Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Πέρσαι μὲν οὖν οὕτω πράξουσιν, ὡς εἰκὸς ἀνθρώπους θεοῖς πολεμοῦντας, οἳ τὸ αὑτῶν ἕκαστος ὅπλα λαβόντες αὐτίκα αὐτοῖς συνεπιθήσον- ται καὶ διδάξ·ουσι φεύγειν.
ὁ δὲ υἱός σου βούλεται γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπί- σταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων, ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει.
γράφε δὴ πρὸς ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι παρακλήσεως δέοι.
[*](1 VII β΄, ρλε΄. Va ζ΄, ρκγ΄. Vo (ζ΄), ρκγ΄. Μο. S α΄, ν΄. Vi [ρφς΄]. D ρξε. Ath)[*](2 Sievers 125 not. 1. Seeck 231. 392)[*](2 ἰουλιανῶ D 3 αὐτ(??) S αὐτῶ Vi | τούτω Vi 5 γίνεται S ViAth 6 δέ ante ἐστιν D | ἐστιν om Mo | καὶ ante δρώμενοι e Med.B (= Laur. LVII 19) Wolf delevi 7 πολεμίους SVi ει οι D Ath 8 ἐπιλίποι Μο ἐπιλίπῃ S ἐπιλίποι Ath ἐπιλίπη ViD)[*](9 εἰωθὸς V sed ὂν add m4, S sed γρ εἰωθὸς ὂν suprascr οὖν inserui e V sed inser m4, VaSViDAth om VoMo Wolf 10 οὔτε D 11 αδτῶν VViD | συνεπιθήσονται αὐτοῖς SViAth)[*](12 σου scripsi e SViAth σοι VVaVoMoD Wolf 13 μὶν ante γενέσθαι SVi | χεῖρον SVi 15 μᾶλλον SVi | ἑτέρου ε οι δὴ S 17 δέη S δέη Vi)ψλη΄.
[*](W 650)Δημητρίῳ. (362)
Οἶον ἔχων ἐν χεροῖν ἀγαθὸν οὐκ ἐχρώμην Εὐκαρπίωνα γὰρ τὸν καλὸν πολλαὶ μὲν πολλάκις δεῦρ’ ἤγαγον ἀνάγκαι, τὴν κεφαλὴν δὲ ἐγὼ νοσῶν καὶ δυνάμενος πάλαι διὰ τῆς παρὰ τῷδε ῥαῖσαι τέχνης μικρὰ μὶν αὐτῷ διελέχθην, οὐ μὴν μέχρι τοῦ καὶ ζητῆσαι βοήθειαν προῆλθον.
ταυτὶ μὶν τῆς πρὶν εὐηθείας ἤ, εἰ βούλει γε, δυστυχίας· ἀλλὰ νῦν ἥκουσί τε ἀκριβέστερον περὶ τοῦ πάθους καὶ τήν τε φύσιν ἥτις ἦν ἐξεῦρε καὶ δι’ ὧν ἢ στήσεται τελέως ἢ κουφότερον ἀνιάσει ἕφρασε σκεψάμενος.
καὶ πεῖρόν γε τῆς ἐπικουρίας εὐθὺς ἐν προοιμίοις ἐλαμβάνομεν οὐκ ἀγεννῆ· ὡς δὲ ἐπῄνουν τε καὶ ὡμολόγουν, γνώτω τοίνυν ἴφη καὶ Δημήτριος σοφιστής. τοῦτο δὲ ἦν εἰδότος ὅτι τοσαύτην αὐτῷ χάριν, ὅσηνπερ ὁ κάμνων, εἴσῃ.