Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Χαίρω σου γράμματα λαμβάνων οὐκ αὐτὸ τοῦτο μόνον, ὅτι πρᾶγμα ἥδιστον γράμματα φίλου, ἀλλ’ ὅτι μοι καὶ σημεῖον γίγνεται τοῦ καθαρὰν εἶναι πολεμίων τὴν χώραν· τοσοῦτόν ἐστιν Ἰουλιανὸς ἐλπιζόμενος· οἱ δὲ πρὶν ὁρώμενοι θρασυτέρους ἐποίουν τοὺς ἐναντίους.

τῆς παρούσης δὲ ἀσφαλείας ἄξιος ἀπολαύειν Πάππος ὁ καλός, ὅπως αὐτὸν μήποτε ἐπιλείποι τὸ μειδιᾶν εἰωθὸς ἐπανθεῖν τῷ προσώπῳ.

Πέρσαι μὲν οὖν οὕτω πράξουσιν, ὡς εἰκὸς ἀνθρώπους θεοῖς πολεμοῦντας, οἳ τὸ αὑτῶν ἕκαστος ὅπλα λαβόντες αὐτίκα αὐτοῖς συνεπιθήσον- ται καὶ διδάξ·ουσι φεύγειν.

ὁ δὲ υἱός σου βούλεται γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπί- σταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων, ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει.

γράφε δὴ πρὸς ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι παρακλήσεως δέοι.

[*](1 VII β΄, ρλε΄. Va ζ΄, ρκγ΄. Vo (ζ΄), ρκγ΄. Μο. S α΄, ν΄. Vi [ρφς΄]. D ρξε. Ath)[*](2 Sievers 125 not. 1. Seeck 231. 392)[*](2 ἰουλιανῶ D 3 αὐτ(??) S αὐτῶ Vi | τούτω Vi 5 γίνεται S ViAth 6 δέ ante ἐστιν D | ἐστιν om Mo | καὶ ante δρώμενοι e Med.B (= Laur. LVII 19) Wolf delevi 7 πολεμίους SVi ει οι D Ath 8 ἐπιλίποι Μο ἐπιλίπῃ S ἐπιλίποι Ath ἐπιλίπη ViD)[*](9 εἰωθὸς V sed ὂν add m4, S sed γρ εἰωθὸς ὂν suprascr οὖν inserui e V sed inser m4, VaSViDAth om VoMo Wolf 10 οὔτε D 11 αδτῶν VViD | συνεπιθήσονται αὐτοῖς SViAth)[*](12 σου scripsi e SViAth σοι VVaVoMoD Wolf 13 μὶν ante γενέσθαι SVi | χεῖρον SVi 15 μᾶλλον SVi | ἑτέρου ε οι δὴ S 17 δέη S δέη Vi)
665