Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

δικαίως μέντ’ ἂν τότε ἠθύμεις καὶ γραφὴν ἀπέφερες ὕβρεως ὡς μικρῶν τῶν σῶν παρ’ ἐμοὶ κι- κριμένων, νῦν δ’ εἰκότως ἂν ἐκ τῆς ἐμῆς λύπης ἔχαιρες, ἣν ἐγὼ λυπούμενος ῥῆμα μὶν οὐδὲν ἐξέβαλον πικρόν, ἐννοῶν δ’ ὅτι τῶν Φωκεῦσι πεπονημένων Φίλιππος ἆν εἶχε τὴν δόξα οὐ διῆγον ἡδέως.

ταύτην δὴ τὴν ἀθυμίαν πρώτου Κέλσου λύει γράμματα μηνύοντα λελύσθαι τὸ δόγμα καὶ ἐγεγόνειν ῥᾴων. ἔπειτ᾿ ἄλλος τις ἤγγειλεν ὅμοια καὶ τρίτος καὶ μυρίοι τὰ γὰρ μεγάλα τῶν ἀγαθῶν πολλοὺς ἔχει τοὺς ἀγγέλους.

Ῥουφῖνός δὲ ὁ καλὸς τὸν κολοφῶνα ἐπέθηκε· κεκοσμῆσθαι γὰρ ὑπὸ τοῦ νεανίσκου λόγῳ τὸν ἄρχοντα ἔφησε. τοῦτο οἱ ἦν καὶ ἐμὲ κεκοσμῆσθαι τοῦ μὲν τοῖς ἔργοις, τοῦ δὲ τοῖς λόγοις· ἄμφω γὰρ ἐμὰ θρέμματα, ὅ τε ἐπαινούμενος ὅ τε τὸν ἔπαινον ἐργαζόμενος

τοιαύταις τερπόμενος ἀκοαῖς εἶδόν τε τὸν ῥήτορα καὶ τὰς ἐπιστολὰς δόντος ἀνέγνων καὶ τὴν ἐν ἀμφοτέραις τιμὴν ὑπὲρ τὸν Γύγου χρυσὸν ἦγον οἱ γε μὴν ἐν τοῖς βαλανείοις Μαραθωνομάχαι πᾶσαν παριόντες κωμῳ- [*](1 cf. t. Ι 502,22. Od. γ 274 7 cf. ep. 715. Seeck 105 11 cf. ep. 726. Seeck 253 IV 12 Celsum. Seeck 105 16 Ti- tianum 18 Arist. Ach. 181) [*](1 θεῶ S | ἀνάπτειν reposui e libris ἀναπέμπειν Wolf | το- ἐ πρῶτον VVind 3 γραφεῖν Va | ἀπέφερες S ἐπέφερες Vi et coni Wolf | κεκρυμμένων W ἔχαιρε Vi 5 δὲ Wolf 7 δὴ S | πρώ- του Κέλσου λύει scripsi e VVaVo MoS ViVind πρώτου λύει Κέλ- σου W Wolf λύει πρῶτον κέλσου Ath 8 λελῦσθαι Vind 9 τίς VindAth | ἤγγελλεν Ath 10 τὰ — ἀγγέλους omisso γὰρ citat Macarius Chrysoc. Roset. fol. 95r | δὴ post γὰρ Vi | πολλοὺς καὶ μεγάλους τοὺς ἀγγέλους ἔχει Μο 11 ἐπέθηκεν Va 12 δ᾿ Wolf γρ ἀκοαῖς) [*](15 ἡδοναῖς V sed ἦδον in ras m5 et γρ ἀκοαῖς suprascr m4, SVi) [*](16 ἐν ἀμφοτέραις scripsi e VVaVo Vi W Vind ut coni Wolf Add οις 863 ἐν ἀμφοτέραις S ἐν ἀμφοτέροις ἐπ᾿ ἀμφοτέροις Wolf) [*](18 Μαραθωνομάχαι scripsi e VVaVoSViW Vind Ath ut coni Re μαραθωνομάχοι Μο Wolf | περιόντες V sed sed ε(1) in α corr)

662
δίαν οὐδὲ ἔστιν εἰπεῖν ὁπόσον ἤνεγκαν γέλωτος.

ἓν μόνον ἐδόκεις μοι ψεύδεσθαι τὸ φάσκειν οὐ γενέσθαι σοι δύναμιν, ἀφ’ ἧς ἂν εἶχες συνεῖναι νέοις. ἐγένετο γάρ, καὶ οὐκ ἐκώλυ- σαν αἱ γραφαί, ἀλλ’ ἀμφότερα σύγε, ῥήτωρ τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής.