Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
κινδυνεύω δὲ οἷς χαίρω γιγνομένοις, διὰ ταῦτα φοβεῖσθαι. ταῖς μὲν γὰρ εὐεργεσίαις ταύταις οὐκ ἔστιν ἃς ἂν ἄλλας παραβάλλοιμι, καίτοι πολλοὶ καιροὶ πολλούς μοι πε- ποιήκασιν εὐεργέτας.
ἀλλ’ ἴως μὲν ἑώρων, ὡς τάχ’ ἄν σε ἀμειψαίμην, καθαρῶς ἡδόμην· ἐπεὶ δὲ πλείω καὶ μείζω δίδως ἢ ὥστε με ἀντεισενεγκεῖν ἔχειν, ἤδη τι συνεισέρχεται καὶ δέους, εἰ δεήσει με χρήστην ὄντα περινοστεῖν ἀδυνατοῦντα τὸ χρέος ἐκτῖσαι.
τὸ δὲ πάντων ἀτοπώτατον, οὐδὲ γὰρ λυθῆναι τοῦ- τον ἑλοίμην ἄν μοι τὸν φόβον, ἀλλὰ τὸν αὐτὸν καὶ δέδοικα καὶ μείζω γίγνεσθαι βούλομαι. βουλοίμην γὰρ ἂν εὖ πάσχειν τοὺς ἐμοὶ φιλτάτους.
ἀλλ᾿, εὗρον γὰρ ἐν τοῖς ἀπόροις παραμυθίαν τινά, πρᾷός ἐστιν Ἀκάκιος καὶ χρηστός, κἂν μὲν ἀπολάβῃ, εἰ δὲ μή, τὸν ὀφείλοντά γε οὐκ ἐλέγξει βοῶν ἃ δέδωκεν, ἀποχρήσει δὲ αὐτῷ τὸ μὴ πονηρῷ δεδωκέναι χάριν.