Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

εἰ μέντοι πολιτεύοιο τοῖς καθ’ ἡμέραν παρὰ τοῖς ἄρχουσιν ἀγῶσιν, ἀμείνων ἔσῃ καὶ τὸ νῦν ἐπαινούμενον ῥεῦμα πλέον ἐργάσῃ· πράξας δὲ ἃ ’κείνῳ δοκεῖ, τῆς μὲν οὐσίας οὐ μικρὸν ἀφαιρήσεις, ἐν ἀργίᾳ δὲ καὶ ὕπνῳ τὸν λοιπὸν βιώσῃ χρόνον τὰ μὲν τῶι πέλας ὁρῶν αὐξόμενα, σοὶ δὲ πλὴν ὀνόματος κενοῦ γεγενημένον οὐδέν.

πρόσαγε δὴ πᾶσαν μὲν πεῖραν, πάσας δὲ δεήσεις τῷ πατρὶ καὶ μὴ Καδμείαν νίκην ἐπίτρεπε νικᾶν ἐκείνῳ. γιγνέσθω δὲ μετὰ σοῦ καὶ ἡ μήτηρ, ἀκούω δὲ αὐτὴν νοῦν ἔχειν, καὶ τὸ μηδὲ ἐμοὶ τὴν βουλὴν ἀρέσκειν τὴν ἐκείνου λεγέσθω. ἴσως γὰρ νουθετούμενος λύσει δόγμα πονηρόν, ὅπερ μοι δοκεῖ πρὸς τὴν ἀπραγμοσύνην τὴν αὑτοῦ κεκυρωκέναι νῦν. ἅτε γὰρ ἐν ὄρεσι καὶ θήρᾳ τὰ πολλὰ διάγων μισεῖ τοὺς ἐκ τῶν ἐπ ἀγορᾶς ἄθλων ἱδρῶτας.

ἀλλ’ ἐκεῖνος μὲν ταῦτα φευγέτω, σοὶ δὲ ἐπιτρεπέτω παλαίειν. νῦν γὰρ οὐ Μάξιμον οἶμαι πολι- [*](3 Salzmann 76 12 Salzmann 22 19 Seeck 210) [*](1 ἰσχύσῃς VVaVoS 3 τῇ om SWVind | μὴδ’ VoVind Αth 4 λακτίσαντα W sed λακτι in ras m2 | καὶ om Μο 5 ζημιώ- ει σεῖ Ath Wolf Cent ζημιώση W | καθημἐραν SVindAth οmΜο) [*](6 περὶ Μο | ἴση Vind sed εσ in ras 7 κείνῳ VVa Wolf 8 ἐνεργεία Ath 9 ἐνορῶν S | αὐξανόμενα V sed ἂν eras 10 πρόσαγε — 11 πατρὶ praemissis verbis προσάγει τὸ ἰκειοῦ- ται καὶ προσφέρει ἕτερον ἀπὸ δοτικῆς εἰς αἰτιατικήν, ὡς καὶ Λιβάνιος citat Lacapenus epim. ed. G. Herm. de emend. rat. gramm. p. 361, 20 11 δὴ] δὲ Lacap τε Wolf 12 γενέσθω Ath) [*](13 νοῦν Vind sed ου ex υ corr | μὴ δὶ VVoWVindAth μὴ S 15 ὅ Va 16 αὐτοῦ VVaVoMoSAth Wolf ed ἐκείνου W Vind Wolf Cent 17 τὰ πολλὰ om Ath ταπολλὰ VVind 19 δ’ VaMo Wolf | ἐπιτρεπέτω scripsi e VaVind sed in hoc έτ inser, Ath ut coni Wolf ἐπιτρέπω VVoMoSW Wolf Οἶμαι inser W2)

657
τεύισθαι δεῖν τὸ τῶν ἀγρῶν φίλον, ἀλλ᾿ Ὑπερέχιον τὸν Μαξίμου τὸν θορύβους ἐπιστάμενον νιν.