Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ταύτῃ δὲ τῇ δόξῃ σὲ μᾶλλον ἐδόκει μοι τιμᾶν ἢ ἐμέ. πατὴρ γὰρ ὅταν ὑπὸ παιδὸς θεραπεύηται, τῷ μὲν εὐ- δαιμονίζεσθαι, τῷ δὲ ἐπαινεῖσθαι περιγίνεται, τῷ μὲν ὧν ἔτα- ξεν ὁ νόμος μετέχοντι, τῷ δὲ βεβαιοῦντι τὸν νόμον.
σὺ κρινόμενος μὲν οἷς ἐποίεις πρὸς ἡμᾶς δεῦρο ἥκων φιλοπάτωρ ἂν εἴης, τὰ δ’ ἀφ’ οὗπερ ἀπιὼν ᾤχου τοῖς ἔμπροσθεν οὐκ ἐοικότα. τότε μὶν γὰρ πυκνοὶ παρ’ ἐμὲ δρόμοι καὶ τὸ μὴ συμ- βαλεῖν οὐ φορητόν, νῦν δὲ φοβοῦμαι μή σέ τις δοκιμάσῃ τῇ σιωπῇ Γ’. ἀλλὰ τούτου μὲν οὐ γίνομαί σοι πικρὸς δικαστής, Παρθενίῳ δὲ ἂν μὲν οἷος ἔμπροσθεν φανῇς, τὸ εἰωθὸς ἴσῃ πεπληρωκώς ἂν δὲ πολὺ βελτίων ἢ πρόσθεν, δείξεις καὶ τὸ τῆς ἐπιστολῆς ἔργον ἐν τῇ προσθήκῃ τῆς προθυμίας
[*](9 Seeck 141)[*](1 μὴ inser Vo 4 | πάντα Be 2 δὲ Wolf | θέλει ViBe 3 ἐθέλησε Wolf 4 παρὰ σοὶ scripsi e VS ViBe παρὰ σοῦ Vo pr παρά σου Wolf παρά σοι Re | ἐν inserai, ut inseruit Vo 4, cum Re om libri edd | τοῖς πρώτοις V sed in τὰ πρῶτα corr m 4 | τεταγμένου Vi sed υ e v corr m 2 7 περιγίγνεται Wolf | ὧν ἔταξεν ὁ νόμος] ὃν (sed in ὦν corr m 2) ἔλεξεν (sed in ἔπραξεν corr m 5) ὀνόματος V ὧν (sed ὃν suprascr μ 2) ἔταξεν ὀνόματος Vo ὧν ἔπραξεν ὀνόματος SVi ὃν (sed in ὃν corr) ἔτεκεν ὀνό- ματος Be corr pr 10 δὲ Wolf 18 γίγνομαι Vi 15 δείξεις reposui e libris δείξης Be) δείξει edd 16 ἔργον inaer Be)