Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἀλλ’ εἰ καὶ μὴ πρὸς ἡμᾶς ἐπιστέλλεις, ἡμεῖς γε τοῖς σοῖς ἑστιώμεθα γράμμασιν. ὅταν γὰρ ὅτι τις ἔλαβε μάθοvεν, εὐθὺς ἡμεῖς πλησίον καὶ ἢ πείσαντες ἢ κρατήσαντερ ἀκόντων [*](15 VII β΄, ρκγ΄. Va ζ΄, ρια΄. Vo (ζ΄), ρια΄. S α΄, μέ. Vi [ρπθ΄]. Ath. Liban. ΧΧ epp. ed. Benzel n. VI) [*](16 Seeck 189. 392) [*](1 πῶς Ath | ἑστήκει Ath ἑστήκοι Μο 2 ἀνίστηται VVa VoAth Wolf ἀνιστῇ Μο 3 κατηγορεῖν Ath 5 ὑμετέραν Va Ath 6 ὅτε scripsi e VVaVoAth ὅτι Μο Wolf 8 πᾶσι τοῖς δεομένοις ἐξῆν Ath 9 τοῦ Ath 10 τοιαῦτα scripsi τὰ αὐτὰ libri Wolf τὰ τοιαῦτα Re 11 εἰδότες Μο 12 ὑμᾶς om V οὖν VaVo sed in hoc ὑμᾶς, quod recepit Wolf, suprascr m4, Mo Ath | βουλεύσεσθαί scripai βουλεύεσθαί VVaVoAth Wolf βουλεύεσθε Μο 13 φανεῖσθε(??) Ath sed αἰ del | τι] ὅτι Ath 14 ἐπιστέλλετε V sed ε(4) ex αἰ corr m5 ἐπιστέλλεται Ath sed ε del | ἴνα VaVoAth Wolf 18 ὅτι] ὅτε Vi | τίς VVo τὶς Vi μάθωμεν ἔλαβεν SVi | ἔλαβεν Va)

651
ἀνέγνωμεν.

τὸ μὲν οὖν κέρδος οὐχ ἧττον ἢ ᾿ κείνων, τὸ τετιμῆσθαι δὲ παρ’ ἐκείνοις μόνοις ἐρῶμεν δὲ καὶ αὐτοὶ τιμῆς, ἐπειδὴ καὶ φίλτρου τοῦ παρὰ σοί. δῆλον γὰρ ὡς, εἴ τι τιμήσεις, οὐκ ἄνευ γε τοῦ φιλεῖν τοῦτο ποιήσεις.

ψκς΄.

[*](W 638)

Ῥουφίνῳ. (362)

Τί οὖν οὐκέτι περὶ τὸν Βόσπορον ἐκαθέζου μέλλων γε τοῦτο ποιήσειν ἐν Κιλικίᾳ; Κέλσῳ μὲν γὰρ ἐπανήκεις, ἡμὶν δὲ οὔπω.

καίτοι πάντα μὲν ἤλπιζον ἀκούσεσθαι παρὰ τοῦ δοκιμάζειν τε δυναμένου καὶ φενακίζειν οὐκ εἰδότος, πᾶσαν δὲ ἐκείνην ἀπολήψεσθαι τὴν εὐφροσύνην, ἣν εἶχον διὰ σοῦ μετὰ σοῦ τὸν ἵππον ἐλαύνων, ὅτε σοὶ μὶν οὑμὸς ὁ μικρὸς ἐπεβούλευε λακτίσαι θέλων, σὺ δ’ ὁμοῦ τε ἐφυλάττου καὶ διηγοῦ τι τῶν σαυτοῦ τῇ διηγήσει τὸν Ὀδυσσέα μιμούμενος.