Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τοὺς μὲν ἀπὸ γλώττης με προσεροῦντας πέμπεις, τὰς δ’ ἐν ἐπιστολαῖς προσρήσεις ἐκλέλοιπας καὶ ταῦτα θέλγειν δυνάμενος ἐξ ἐπιστολῶν εἰ μὲν οὖν ἕτερος γέγονας, ἀνθ’ ὅτου, φράσον· εἰ δ’ ὁ αὐτὸς μεμένηκας, μὴ φθόνει τοῦ μείζονος.
Τιτιανὸς δὲ ὅτι μὲν ἡμῶν ἔσται μᾶλλον ἢ τῶν ἐκ τῆς Καλλιρρόης πινόντων, οἶδα· βουλοίμην δ’ ἂν μαθεῖν, εἴτε σὴ τοῦτο ψῆφος εἴτε ἐκείνου. καὶ γὰρ ἐδάκρυσεν ἐνθένδε ἀπαίρων· εἰκὸς δέ, ὅτι καὶ παρὰ σοὶ μνημονεύσας ἐμοῦ.