Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἀλλ’ ὅτι καὶ ταῦτα εἰσεπράχθη τεθαύμακα τάς τε γὰρ ἄλλας ἠπιστάμην δυσχερείας καὶ τὴν περὶ τὸν οἶνον τύχην, ἣ πάντας ἐπῆλθε πίθους.

ὅ γέ τοι τῆς ἐσπέρας οἶνος ἅμα ἡμέρᾳ διέφθαρται παρ’ ἡμῖν, ὥσθ’ ὅσον ἂν ἀργύριον γένηται παρ’ ὑμῶν, στέρξομεν καὶ οὐκ ἀποδιδόναι μᾶλλον ἢ δωρεῖσθαί σε νομιοῦμεν. πείσομεν δὲ καὶ τὸν ἐωνημένον μὴ βοηθεῖν τοῖς γεωργοῖς, ἢν ἐθέλωσιν ἀποστερεῖν.