Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ὑπὲρ μὲν τῶν ἄλλων σε παρακαλῶν ἐκείνοις ᾤμην δι- δόναι χάριν, Ὀλυμπίῳ δὲ εἴ τι πράξαις κεχαρισμένον, λήψε- σθαί σε μᾶλλον ἢ δώσειν ἡγοῦμαι χάριν. οὗτος γάρ ἐστιν ὁ τὴν μὲν Μακεδονίαν εὐδαίμονα ποιήσας ἄρτι παίδων ἐξελθών, τὸ δὲ ἄρχειν μετὰ ταῦτα πλέον φυγὼν ἢ ἐζήτησαν ἕτεροι.
τῷ δικαίω δὲ οὕτως αὑτὸν δέδωκεν ὥστε ἀδικούμενος μὲν πᾶς ἐπὶ τοῦτον καταφεύγει, τοὺς νόμους δὲ ἐκβαίνων τοῦτον δέδοικε, τοῖς δὲ ἄρχουσιν ἡμῶν μία σπουδὴ τὴν παρὰ τοῦδε ψῆφον λαβεῖν.
ἐγὼ δὲ καὶ αὐτὸς πατρικὴν διαδεξάμενοι φιλίαν, ὁ μὲν πάντα ὑπὲρ ἐμοῦ πονεῖ, παρ’ ἐμοῦ δὲ ἔπαινός εἰς τὴν προθυμίαν· πρᾶξαι γὰρ οὐδὲν ἂν δυναίμην ἴσον. ἀλλὰ σύ γε τὸν ἄνδρα ἀμείβου, μᾶλλον δὲ μικρὰ ἀντὶ μεγά- λῶν ὑπὲρ ἡμῶν ἀντίδος.
οἶτός γε εἰς τὴν ὑμετέραν μετ- έστη βουλὴν ἀπὸ τῆς μείζονος, συγγνώσῃ δὲ εἰ μείζω καλῶ τὴν Ῥωμαίων σὲ τῆσδε ἐχούσης. γενέσθω τοίνυν αὐτῷ παρ’ ὑμῶν ἕ παρ’ ἐκείνων. τί οὑν; ἐκείνοις ἤρκει τοὔνομα αὐτοῦ [*](1 Vi α΄, να΄. Vo α΄, νς Be (??). pr. Fabr. Bibl. gr. n. IX) [*](2 cf. ep. 99. Sievers 288. Seeck 358. 299. Silomon 30 4 Seeck 223 16 Seeck 298 17 Constant demeg. Themist. p. 21 b) [*](4 πράξεις Vo Fabr Wolf 5 μὲν post οὗτος Wolf 6 μὲν om V 8 αὐτὸν Vo sed ’ in ‘ corr m 2, pr Fabr | ἔδωκεν V sed ἑ in corr m 4 δέδωκε Be | ὥστε scripai ὡς libri sed in ὥστε corr V 4, edd 9 πᾶς inser V om Vo Be pr Fabr | ἐπὶ in ras Be 2 | κα- ταφεύγειν Be 11 διαδεξάμενοι reposui e libris sed οι ex ος corr Vo 2, ut coni Re διαδεξάμενος edd 12 ταῦτα Fabr | ποιεῖ V Wolf 13 πράξαι V sed ΄ in ~ corr m 5 | ἶσον VoBe Wolf) [*](14 γὰρ post ἀλλὰ V Wolf 15 οὗτός γε scripsi οὗτος δὲ V edd οὗτος Vo sed γε inser m 2, Be | ἡμετέραν Fabr 17 τῆς δὲ V Wolf 18 τί οὖν; ἐκείνοις scripsi ut coni Re τί οὖν ἐκεί- νοις VVo pr Fabr τί οὖν ἐκείνων Be Wolf | ἤρκει; V)
μᾶλλον δὲ μήτε τοῦτο δῶτε μήτε μείζω τῆς δυνάμεως ζητεῖτε. ἐν μὲν γὰρ ἐξετάσει τῶν ἀρίστων πρῶτος Ὀλύμπιος, οὗ δὲ εἰσενεγκεῖν δεῖ, πάντων ὕστατος γνῶναι δέ σοι ῥᾷστον τῆς οὐσίας τὸ μέτρον παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων.
δεῖ δή σε παρατηρεῖν, ἡνίκα ἂν δέῃ δέῃ χρήματα φέρειν, ὅπως μὴ ἀδικήσητε, καὶ ἔτι γε πρότερον. ἡνίκα ἂν καλῆτε τοὺς βουλευτάς. ὅπως ἐνθένδε μὴ κινήσητε.
μήτηρ τε γὰρ αὐτῷ ζῶσα ἐν ταῖς τοῦδε χερσὶ καὶ ζῶσά γε διὰ τοῦτο, ὅτι ἔξεστιν αὐτὸν ὁρᾶν. τοὔνομα δ’ οὐκ ἂν ἀπο- δημίας ἐνέγκαι. καὶ τὰ πράγματα, εἴ τι γένοιτο τοιοῦτον, οἰχήσεται. ταῦτα δὲ οὐκ ἂν σὺ διαφθαρῆναι δέξαιο.
πεί- σας δὴ σαυτόν, ὡς ἡμῖν τε ἐκ τῶν αὐτῶν βοηθήσεις καὶ τῇ φιλοσοφίᾳ προσήκοντα πράξεις, καθαρὰν ἡμῖν παρασκεύασον τὴν ἄδειαν.