Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐμοὶ περὶ μὲν τὸν ὦμον οὐδὲν οἷον σοὶ συνέβη, τὴν ψυχὴν δὲ οὐχ ἦττον ἡ σὺ τετάραγμαι λογιζόμενος, ἐφ’ οἷς ἐξελθὼν οὗ μένεις ἐπὶ μὲν τὸν ἵππον ἀπὸ τοῦ ζεύγους ὁρμή- [*](1 VII β΄, ϥέ. Va ζ΄, πγ΄. Vo (ζ΄), πγ΄. Μο. S ε΄, (μδ΄) β΄, ϥς΄. Va ζ΄, πδ΄. Vo (ζ΄), πδ΄. Mo) [*](2 Sievers 107 not. 21. Seeck 272. 389 4 cf. ep. 698 18 cf. ep. 702, 733, Μ Sievers 289, 2. Seeck 222. 389) [*](6 τ’ ἢν V sed (??) in ras m5 7 τοὺς γνωριμωτάτους scripsi auctore Re τοῖς γνωριμωτάτοις libri Wolf 9 δ’ οὐκ scripsi e VaMo γοῦν VVoS 11 Σιδηρίου Wolf Seeck 278. 881 at cf. ep. 811 οὐδὲ σιδήρου μοι δεήσεσθαι δοκεῖν. ep. 744 μετὰ σιδή ρου. t. VII 284, 17 | γέγονεν Va 12 καθημέραν VoS 13 ἥδιον VaVo sed in hoc ἥ in ἴ corr m4, Μο 14 μέμψωμαι Va sed ωμαι del μέμψομαι Μο 16 ζητοῖ scripsi e Va ζητῇ VVo Wolf ζητεῖ S ζητοίη Μο 21 οὗ scripsi auctore Re οὐ libri Wolf)

634
σὰς ὡς ἀσφαλέστερον, αὐτῷ δὲ τούτῳ βλαβείς.

ἀλλὰ γὰρ πανταχοῦ δηλοῦται, πόσῳ κάλλιον μετειληφέναι παιδείας ἢ μή. ἄλλος μὲν γὰρ ὠδύρετ’ ἄν, ὥσπερ αἱ φαῦλαι γυναῖκες, καὶ ταῦτα οὐκ ἀφαιρῶν τοῦ κακοῦ τοῖς θρήνοις· σὺ δ’ ἐπὶ τὸ τοῦ φιλολόγου φάρμακον ἀφῖξαι, τοὺς λόγους, καὶ διαφέ- ρεις ὡς μετριώτατα τὸ συμβάν.

φίλων δὲ ἔρημος, οὗ γένος ἀνθρώπων, οὐκ ἔστι ὅπως ἂν εἴης, ἴως ἂν ᾖς, οἷος εἶ· δεινὸς γὰρ εἶ θηρευτὴς τοῦ πράγματος ἀντὶ δικτύων ἔχων τὸν τρόπον.

ὅταν οὖν ἡ χείρ σοι δυνηθῇ τὰ πρὸ τοῦ πάθους, δυνήσεται δὲ τῶν τε θεῶν ἐθελόντων τῶν τε ἰατρῶν προθυ- μουμένων, οἴκαδε θεῖν καὶ μὴ φιλονεικεῖν. τὴν μὲν γὰρ πό- λιν τῷ προελέσθαι τετίμηκας, τῇ τύχῃ δὲ τοῦ τέλους ἀπε- κρούσθης.