Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εὖθύς ἀπὸ γραμμῆς ἡμῖν ἄξιος τῶν ἐλπίδων ἐφάνης ἴνα μὲν ἄνδρα τὴν βουλὴν εὑρὼν Ἀλεξανδρείας καὶ τοῦτον, ὡς ἀκούω, χωλόν, εἰς πεντεκαίδεκα δὲ τὸν ἀριθμὸν ἐκτείνας ἐν ἡμέραις δύο βίᾳ μὲν οὐδεμιᾷ, προσδοκίαις δὲ λαμπραῖς.

δείξας γὰρ ὡς οὐκ ἔσονται Μυσῶν λεία τοῖς ἁρπάζουσιν οἱ βουλευταί, τοὺς μὲν ἐκ τῶν ὀρῶν κατήγαγες, τοὺς δὲ ὑπὸ κλίνας κρυπτομένους ἔπεισας ὡς ἐπὶ κέρδος τὸ λειτουργεῖν ἐκπηδᾶν.

καὶ ταῦτα ἠγγέλλετο μὲν ὑπὸ τῶν ἑταίρων, οἱ παρῆσαν, ὅτε ἐπράττετο, τοὺς ἀκροωμένους δὲ ἡδομένους εἶχον, καὶ οὐδεὶς ἠπίστει· τὰ γὰρ δὴ καλά τε καὶ μεγάλα συμ- βαίνειν ἐδόκει τῇ σῇ φύσει.

ἐγὼ δέ σε πολλὰ παρακεκληκὼς ἐπὶ τὴν ἀκρίβειαν καὶ τὸ δεῖν πάσας ἀνελόντα χάριτας χεῖρα [*](7 VII β΄, ϥδ΄. Va ζ΄, πβ΄. Vo (ζ΄), πβ΄. Μο. S δ΄, ξδ΄. Vi [ρλθ΄] D ρξβ΄. Ath) [*](5 cf. ad ep. 706 8 Sievers 90 not. 29. Seeck 105 389 9 Salzmann 65 13 Salzmann 41) [*](1 ἡσυχία, scripsi ex Ath συνουσίαν VVaVo MoSVi Wolf Wolf <ἑτέραν> συνουσίαν Re | ἠδυνήθην VoSVi 2 ἔφην Vi 4 μείζων scripsi e V μεῖζον reliqai libri Wolf | ἔρεον VaVo) [*](5 πράττε VaVoSVi Ath | κἂν Vi 8 σελεύκῳ S τῶ αὐτῶ (i. e. εὐθηρίῳ) Vi 9 ἄξιος ἡμῖν S 10 τῆς βουλῆς D 12 οὐδὲ μιᾶ D Ath 14 ὅραν Va | συνήγαγες Ath | δ᾿ Wolf | ὑποκλίναις Μο 16 ἀπὸ MoSVi | ἑταίρων V sed αι in ras m4 ἑτέρων Vi | εἰ Ath sed οἳ suprascr m2 18 εἶχεν Va 19 καὶ ante πολλὰ Ath | πολλὰ inserui e libris om Wolf 20 πάντας Vi)

632
ὀρέγειν ταῖς πόλεσιν ἔοικα τὸ τοῦ Περικλέους πεπονθέναι τῷ τε ἐμαυτοῦ περιπεπτωκέναι νόμῳ. τί δ’ ἦν ὃ ἐκεῖνος ἔπαθε;

γράψας Ἀθηναίοις νόμον τὸν οὐκ ὄντα ἀμφοτέρωθεν Ἀθη- ναῖον τῶν τοῖς ἀστοῖς ὑπαρχόντων εἴργεσθαι τεθνεώτων αὐτῷ Ξανθίππου καὶ Παράλου τὸν ἐκ τῆς Ἀσπασίας υἱὸν ἐδεῖτο τῶν πολιτῶν πολίτην ἐγγράφειν τὰ αὑτοῦ κινῶν, οἱ δὲ ἐχα- ρίσαντο.

κἀγὼ τοίνυν τὸν ἐμαυτοῦ παραβαίνων νόμον βου- λοίμην ἂν τὸν Σελεύκου τινὸς τυγχάνειν ἔξω τῶν ἐμῶν τε καὶ σῶν δογμάτων. Σέλευκον δὲ ἀκούσας οὐκ ἂν Ἀλεξάνδρας ἀμνημονεῖν δύναιο, ταύτης δὲ μνησθεὶς οὐκ ἂν ἀντιτείνειν δύναιο. δεῖ γάρ, ὥσπερ τοὺς θεοὺς πρὸ ταύτης ἄγομεν, οὕτω ταύτην πρὸ τῶν ἄλλων ἀνθρώπων.

οἷς οὖν αὐτὸς ἄρχων ἐχρώμην ἄν, τούτοις σὲ δεῖ φανῆναι χρώμενον ἐννοοῦντα σχῆμά τε τὸ τῆς γυναικὸς καὶ γνώμης μέτρον καὶ τὴν ἄλλην ἀρετὴν καὶ ὡς ἐδοκοῦμεν ἐξ ἱεροῦ τινος ἀπιέναι παρ’ αὐτῆς καταβαίνοντες.