Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐγώ σε ἐξ ἐκείνων καὶ φιλῶ καὶ θαυμάζω τῶν χρόνων, ἐν οἷς ἀπὸ τῆς παρ’ ὑμῖν ἀρχῆς ἥκων Κλημάτιος ἐκεῖνος, ὃς ἐπὶ δικαίῳ βίῳ τελευτὴν οὐ δικαίαν ἐδέξατο πολλὰ μὲν τὴν Παλαιστίνην ἐπῄνει, κεφάλαιον δὲ τῶν καλῶν τὴν σὴν ὡρίζετο φύσιν.

ἐγὼ δὲ ἀκούων ἀνδρὸς ἀρετήν, εἰμὶ ἴε τῶν τοιού- των ἐρωτικός, ἐκινούμην τε καὶ οἷος ἦν ἐπιστέλλειν. ἔπειτ᾿ οὐκ οἶδ’ ὅπως ἀφῃρέθην τὴν ὁρμήν. ἀλλὰ νῦν ἀποδίδωμι καὶ δῆτα ὡς παλαιὸς φίλος εὐθὺς ἐπαγγέλλω χάριν πείθων ἐμαυ- τὸν ὡς οὐ μέμψῃ μᾶλλον ἢ δώσεις.

Βάσσος οὗτος ἤδη γεγονὼς ὑπὲρ εἴκοσιν ἴτη, πένης πένητος πατρός, ἦλθεν ἐκ Φοινίκης παρ’ ἐμὲ κατὰ λόγων ἐπιθυμίαν, εἰδὼς δὲ πονεῖν καὶ φεύγων ἡδονὰς ἐκτήσατο τοσοῦτον ὅσον ἐγὼ μὲν ἐπαινεῖν ὀκνῶ, σοὶ δὲ ἴσως οὐ μικρὸν δόξει.

τῇ μὲν οὖν πατρίδι μικρὸν ἔμπροσθεν ἐφάνη καὶ τοῖς ἄλλοις Φοίνιξι καὶ ῥήτωρ ἐνομίσθη νῦν δ’ ἐπελθεῖν ἐθέλων τὴν Παλαιστίνην, εἰ παρὰ σοί τε ὁρμίσαιτο καὶ μετὰ σῶν γραμμάτων ἔλθοι παρὰ τοὺς ἄλλους ὅσονπερ παρ’ ὑμὶν, τοσοῦτον ἕξειν ἡγεῖται πανταχοῦ διὰ σοῦ.

γενοῦ δὴ λιμὴν ἀνθρώπῳ καὶ λέγειν εἰδότι καὶ [*](1 VII β΄, ϥα΄. Va ζ΄, οθ΄. Vo (ζ΄), οθ΄. Μο. SII ε΄, ξβ΄. R ιγ΄. D ρξα΄. Ath. Lib. epp. ΧΧ ed. Benzel XI) [*](2 Sievers 241,1. Seeck 107 ΙΙ. 389 4 Seeck 110 | Amm. Marc. XIV 1,3 11 Seeck 96 II) [*](2 χρηματίω R 3 ἐγώ σε V sed ΄ σ in ras m4 ἐγὼ δὲ Va Vo Benz δέ σε S δέσοι R | φιλῶν R | καιρῶν S 4 voce οἷς des ep. in R | ὑμῖν V sed υ ex η corr ἡμῖν D Benz sed „lege ὑμῖν“ Not 8 ἔπειτα οὐκ οἶδα D 10 ἀπαγγέλλω Benz 12 ἦλθε μὲν ἐκ Mo 13 καταλέγων Μο 15 δ’ Μο S Ath edd 16 φοίνιξι V sed νιξι in ras m4 17 δ’ reposui e libris ᾿ ex ὲ corr V4 τε edd 18 ὁρμίσαιτο scripsi e S ὁρ- μήσαιτο VVaVoMoD Ath Wolf ὁρμίσηται Benz „aut παρὰ σοῦ leg. aut ὁρμίσαιτο· Re | τὸν ante σῶν SD edd delevi 19 ὅσον Benz | ἡμῖν Re | τοσοῦτον om Benz)

627
φιλεῖν καὶ μεμνῆσθαι χάριτος· ἡμεῖς δέ σε ἐπαινεσόμεθα. πάντως δὲ ὑπὲρ ἐπαίνου πάντα ποιεῖς, ὅθεν σοι κοὶ τοὔνομα λαμπρόν, ἐπεὶ χρημάτων γε μεγέθει πολλοί σε νικῶσιν.