Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ὤ με ἔλαθες ἐλέγξαι βουληθεὶς τὸν ἔπαινον, ὃς κατ’ ἐμοῦ τε καὶ Ὀλυμπίου παρὰ πάντων ᾄδεται. λέγεται γὰρ ὡς ταὐτὰ μὲν φρονοῦμεν, ταὐτὰ δὲ φθεγγόμεθα, σώμασι δὲ κεχω- ρίσμεθα μόνον.

σὺ τοίνυν ζηλοτυπήσας μάλα ἀφελῶς, ἴνα μὴ κακούργως εἴπω, διορύττεις ἐπιστέλλων τὸ ἐγκώμιον, εἰ [*](5 VII β΄, πη΄. Va ζ΄, ος΄. Vo (ζ΄), ος΄. Μο. S α΄, οζ΄. Vi [σκς΄] α 14 β΄, πθ΄. Va ζ΄, οζ΄. Vo ζ΄), οζ΄. Mo) [*](6 Seeck 112. 389 7 Seeck 203 V 8 Asteus? cf. ep. 820) [*](15 cf. ep. 680. Seeck 241. 389 17 Seeck 223 II) [*](1 τὸν ἑταῖρον libri sed in τοὺς ἑταίρους corr Vo4V3 corr Wolf | signum interrogationis post ἔθου ponendum coni Wolf Re | γὰρ inserui e V οὖν inser Mo2 om VaVoAth Wolf 2 ἁ et 3 τούτων εἶναι del Va 3 δὴ V sed η ex ε corr m5 10 καὶ inser Μο num καὶ σοὶ? | τῶν πραγμάτων scripsi e V sed in τὸν τρόπον corr m4, VaVoMoAth τὸν τρόπον S Vi Wolf 12 ἑαυτοῦ Vi αὐτοῦ reliqui libri Wolf 18 ταῦτα bis Va εἰ] ἃ Re)

625
περὶ μὲν ἡμῶν μηδεὶς μὴ γένηται δέδοικεν, σὺ ὡς γεγενη- μένου γράφεις

ἀλλὰ τοῦτο μὶν οὐ μέγα τεθήρευκας, ἐγὼ δέ σε πεφώρακα καθάπερ παισὶ διαλιγόμινον ἡμὶν. οὐδαμοῦ γὰρ δοὺς θαρρῆσαι περὶ τοῦ μέλλοντος κύκλῳ βαδίζεις ἐπι- κρεμάσας ἡμῖν τὸν Ταντάλου πέτρον.

ἱν οὖν μὴ ὦμεν Τάνταλοι, τὴν κεφαλὴν ἀπάλλαξον τοῦ λίθου ἢ ἤδη λαβὼν ἢ μηδὲ λήψεσθαι φήσας ὡς ἐμοὶ τὸ μὲν ἀποδοῦναι κοῦφον — εἰδότι δ’ ἂν λέγοιμι —, βρόχου δὲ ἄξιον, εἰ ἐν τοῖς ἡρπακόσι τὰ τῶν πόλεων ἀριθμοίμην