Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εἰ μὴ μοι φίλος ἦν Ἰουλιανός, κἂν ἐφθόνουν αὐτῷ τῆς τύχης, ὅτι σε καὶ μεθ’ ἡμῶν εἶχεν ἐνθάδε καὶ νῦν ἄνευ ἡμῶν πάλιν ἔχει· νῦν δὲ φθονῶ μὲν ἥκιστα, μακαρίζω δὲ μάλιστα καὶ συνόντα καὶ φιλούμενον.

σὺ γὰρ οὐ ῥήμασι καὶ τραπέζῃ τὴν φιλίαν ὁρίζεις, ἀλλ’ ὅντινα τούτου τοῦ προσ- [*](13 VII β΄, ξζ΄. Va ζ΄, νε΄. Vo (ζ΄), νε΄. Μο. S α΄, ξς΄. Vi [σιε΄]. Ath) [*](6 cf. ep. 696. 862. Aeschin. fals. leg. § 41 p. 33, 32 8 Momm- sen Herm. XXXVII 443 (= Schriften VI 298). Seeck 265 10 cf. ep. 663 14 Seeck 141 XII. 387 15 cf. ep. 668) [*](3 ἐθέλει Wolf 4 ἴξεστιν Va 6 φιλονικεῖ Μο | μετὰ Ath ἀναιδείας reposui e libris ἀπαιδείας Wolf 8 συνοδοιπορεῖν scripsi e V sed εἰν corr m4, VaMoAth συνοδοιπόρον Vo sed πόρον e πὸν corr m5, Wolf | αὐτῶ libri sed ‘ supra ’ Ath2, Wolf | Σαλούτιος scripsi e VaVo σαλούστιος VMo Wolf σα- λουστίω Ath sed ΄ supra ou et ὂν supra ω m2, cf. ep. 668. 740| πέπεικεν Ath 10 δέ σοι VaVo sed in hoc έ in ’ ἄν corr m5 12 Ὀλύμπια V sed μ inser m4 18 καὶ(2) om SViAth | ῥή- ματι S 19 ὁρίζῃ SVi)

611
ῥήματος ἠξίωσας, περὶ τοῦτον εὐθὺς καὶ ἔργα. καὶ οὔτι κίν- δυνον φοβούμενος οὔθ’ ὑπὸ πόνου κρατούμενος γένοιο ἂν εἰς ἑταῖρον κακός, ἀλλ’ ὥσπερ ᾧ θεοὶ συλλαμβάνουσιν οὐκ ἔστιν ἁμαρτεῖν πράξεως, οὕτως ὅστις διὰ σοῦ τὰ αὑτοῦ ποιεῖται, καὶ τυχεῖν τούτων ἀνάγκη.

τυχὼν δὴ καὶ κατωρθωκὼς ἐγὼ ταῦτα λέγω πολλοῖς μὲν ἠνωχληκὼς καὶ σχὼν ἐν πολλοῖς ἐλ- πίδας, κενὰς δὲ πάσας εὑρὼν πλὴν τῶν πορὰ σοῦ. μήτ’ οὖν σὺ παύσαιο δυνάμενος μήθ’ ἡμεῖς ἐκπέσοιμεν τοῦ τιμᾶσθαι παρὰ σοί.