Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Εἰ μή σε ᾔδειν φιλεῖν ἐπιστάμενον καὶ πολλὰ πολλάκις καὶ μεριμνήσαντα καὶ πονήσαντα τοῦ τοῖς ἑταίροις ἀγαθόν τι γενέσθαι, πάνυ ἂν ἔδεισα μή σοι προσστῇ τὸ πλῆθος γραμ- μάτων· νῦν δέ, τῶν γὰρ ἐπαινούντων εἶ καὶ αὐτὸς τὸν Ἀχιλ- λέα, πιστεύω δόξειν εἶναι χρηστός, ὅτι βοῶν καὶ δεόμενος οὐ [*](12 VII β΄, ξγ΄. Va ζ΄, νά. Vo (ζ΄), να΄. Mo. Ath) [*](1 Xen. Cyr. 1 1, 3 3 cf. ep. 635. 659. Seeck 276 13 Seeck 187. 387 17 II. ι 325sq.) [*](1 τοῖς inserui e SVi Ath om V VaVoMo Wolf | τῇ om Vi 2 τὸ(1)] τῶ V sed ῶ ex ἁ vel ὸ corr m5 3 σεβήρω Vi | ᾔττω scripsi ut coni Wolf ἦττον libri Wolf „ἥττονα aut cum W. ἥττω leg.“ Re 6 φαίης Vi | ὅτι om SViAth | μείζω Ath 8 σεβήρου SViAth | σεύηρον VaMo σεβῆρον SViAth 9 ἥττονα Vi ἥττω Μο | τὸ scripsi om SVi τῷ VVaVoMoAth Wolf „variis modis potest hic locus tentari; incidit inter alios hic: καὶ ἦττον τι καλὸν τῷ μὴ δύνασθαι λειτουργεῖν et ille alter ἥττονα αὐτῶν τῶν δυναμένων λειτουργεῖν“ Re | μὴ δ’ VVaVoMoSAth Wolf | ὅτ᾿ ἂν Ath Ath 10 κωλύονται SAth 13 ἰταλικί Ath 16 προσστῇ scripsi auctore Re προστῇ VVaVoMo Wolf προσθῇ Ath 18 καὶ ante βοῶν Ath)
λέγω δὴ πάλιν ὡς Σευῆρος συνεχόρευσεν ἡμῖν τὰ μὲν ἐλάττω μεθ’ ἡμῶν μανθάνων, δυνηθεὶς δὲ ἐπὶ τὰ μείζω προβῆναι καὶ νῦν, ἂν ζητῇς, ἐν αὐτῷ φιλοσοφίαν εὑρήσεις Μαξίμου φυτευσαμένου τουτὶ τὸ καλὸν ἐν τῇ τοῦδε ψυχῇ.
Μάξιμον δὲ ὥσπερ ἆν ἐτίμας ζῶντα, τίμα καὶ με- ταστάντα. τιμῴης δ’ ἂν μειζόνως Σευήρῳ βοηθεῖν ἀξιῶν ἢ εἰ προσιὼν ἐστεφάνους αὐτῷ τὸν τάφον.
ἀλλ’ ὅπως μή σε ἡ χλαμὺς καὶ ὁ πώγων ἀπὼν εἰς ἀπιστίαν ἐμβάλῃ περὶ τῶν ἐν αὐτῷ λόγων τῶν σεμνοτέρων. οὗτος γὰρ κατ’ Αἰσχύλον εἶναι ἐθέλων μᾶλλον ἢ δοκεῖν τούτοις ἀντ’ ἐκείνων χρῆται ὥσπερ οὖν οὐ πάντως μετὰ τοῦ τρίβωνος καὶ τῶν τριχῶν ἡ σοφία, οὕτω γένοιτ’ ἂν ἄνευ τούτων εἶναι σπουδαῖον.