Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἀλλ’ ὑπὲρ μὲν τούτων ὀλίγον ὕστερον διαδικασόμεθα Κέλσου τὴν ψῆφον τιθεμένου, τῆς Βακχείας δὲ ἡμῖν ἴσθι τὸ πλέον ἀμ- βλύνας ὑπὸ τῆς ἀπουσίας. οὐ γὰρ ἔστιν ὅτῳ ἂν τἀπὸ καρδίας λέγοιμεν, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ εἰπόντα μετεγνωκέναι καὶ ἐπιτι- [*](10 VII β΄, νθ΄. Va ζ΄, μζ΄. Vo (ζ΄), μζ΄. Mo. Ath) [*](2 cf. ad t. VI 555, 17 5 sq. Seeck 224 11 cf.ep. 650. Seeck 159. 386 12 II. 36. Od. ἑ 184 14 ep. 650 17 sq. Plat conv. p. 15 E 20 Eur. Iph. A. 475. In. fr. 412 N2) [*](2 κακῶς κακὸς Vi 1 ἐπὶ γράμμασιν Μο | οἰκίαν μεγάλην καὶ λαμπρὰν Vi 6 οὔτε(2) Wolf 8 χρήσαι VVo 9 κρηνῶν καὶ στοῶν Vi 11 Φορτουνατιανῷ Va φουρτανατί α Ath 12 ὕπερθε Va sed ρ e λ corr m5 14 ἐκείνου Ath 16 κατὰ del Μο | καὶ om Ath | ἐκείνους Va sed οὐ ex οἱ corr m5 18 ὀλίγω V sed ὢ ex ὂν corr m4, Μο 20 ἀπὸ Ath 21 λέ- γοιμι Mo)

604
μᾶν τῇ γλώττῃ, ὅτι ἐξελάλησεν ὅπερ τ᾿ ἄρρητον ἄμεινον. οἶμαι δὲ καὶ σὲ ταὐτὸν περιεστηκέναι, σιγὴν ἢ φόβον.

ὅπως οὖν ἡμεῖς τε σοῦ σύ τε ἡμῶν ἀπολαύοις ἑκάτεροί τε δι’ ἀλ- λήλων ἐλευθερίας, τοῖς στόμασιν ἄνοιγε τὰς θύρας φανείς.

[*](W 576)

χξβ΄.

Σαρπηδόνι. (361)

Ἀκούσας ὅτι οἷς ἠνιάθης ἀφορμῇ πρὸς φιλοσοφίαν ἐχρήσω, μικροῦ τὸν λυπήσαντα ἐπῄνεσα· ὡς δὲ εἶδον τὴν ἀρίστην Μαριανὴν καὶ πεῖραν τῆς γνώμης ἔλαβον, ἐθαύμασα ὡς οὐ πάλαι τὴν μετάστασιν ἐποιήσω τοιαύτη γυναικὶ συν- οικῶν. ἀλλ’ εἵμαρτο, ὡς ἔοικε, βραδέως ἐν εὐδαιμονίᾳ γε- νέσθαι.

ἔχου δὴ τῆς παρούσης τάξεως ἐλπίζων μέν τι καὶ μέγα δράσειν, καὶ τὸ μικρὸν δὲ ἐν τοῖς τοιούτοις ἡγούμενος μέγα. ταῦτά σοι μισθὸς ἀντὶ τῆς σωτηρίας ἥν με ἔσωσας, ὅτε ἐπὶ φαρμάκου πόσει πρὸς βαλανεῖον οὐκ ἐν ὥρᾳ θέων ὑπὸ σοῦ διεκωλύθην.