Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὁ παρὰ σοῦ μὲν ἐμοὶ γράμματα ἐνεγκών, σοὶ δὲ καθ ἡμῶν αἰτίας ἀντὶ τῶν παρ’ ἡμῶν γραμμάτων, εἰκάζω, κακὸς διάκονος ἦν καὶ οὐκ ἐχρῆτο γνώμῃ βουλομένου γράμματα λαβεῖν, ἀλλὰ δοκοῦντος ἐθέλειν λαβεῖν. μὴ οὖν ἔστω πιστὸς ἐν ταῖς κατηγορίαις, ἀλλ’ ὁ χρόνος τῆς ἡμετέρας φιλίας μεῖ- ζον ἰσχυέτω τῶν ἐκείνου ῥημάτων.

σοῦ δὲ οὐκ ἂν φαίην θαυμάζειν εἰ ποιητὴς ὤν, ἔπειτα Αἰγύπτου λαβόμενος ἐπελά- θου τῆς περὶ τὸν Βόσπορον τρυφῆς, ἐπεὶ καὶ Κασάνδραν εἴ τις ἤγαγεν εἰς Δελφοὺς καὶ παρήγαγεν εἰς τὸ μαντικὸν χω- ρίον, δοκεῖ μοι μηδὲν ἂν ἔτι τῶν ἐν Ἰλίῳ λαμπρῶν πρότερον ποιήσασθαι τῶν ἐν Δελφοῖς καλῶν.

νῦν δὲ δή τι καὶ πλέον προσγέγονεν· ἄρχει Γερόντιος Αἰγυπτίων λόγους ἔχων τε καὶ τιμῶν τοὺς ἔχοντας. τοῦτο δ’ ἐστὶ διπλοῦν σοι γεγο- νέναι τὸν δασμόν. οὐδὲ γάρ, εἰ τὰ Τέλληνος ᾄδοι τις, οἶός τε ἔσται πρὸς αὑτόν σε μεταστῆσαι.