Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

καὶ νῦν πράξει μὲν οὗτος ὁ Ἡρακλῆς ἐφ’ ὅ τι ἂν αὐτὸν ἐπιστήσητε πάσης εὐφημίας ἀξίως, κοινωνοὶ δὲ τῆς εὐφημίας ὅ τε δοὺς τὴν γνώμην Φλωρέντιος ὁ πράττειν εἰδὼς μᾶλλον ἢ λαλεῖν ὅ τε πεισθεὶς βασιλεὺς ὁ τὴν οἰκουμένην ἀνέχων.

κεκόσμηται δὲ καὶ τὸ κοινὸν ἡμῖν. γέγονε μὲν γὰρ ἑτέρωθι Πρισκιανός, δι’ ὃ δὲ θαυμάζεται, τοῦτο αὐτῷ παρὰ τῆς ἐμῆς πόλεως, ἣ παραλαβοῦσα αὐτὸν ἐρῶντα λόγων μεστὸν ἀπέφηνε λόγων. εἷς δὲ ἡμῖν εἱστήκει κρατὴρ καὶ συνεπίνομεν.

καὶ διὰ τοῦτο συνεύχετο μὲν οὗτος ἐμοὶ χρωμένῳ συλλόγοις, ἔπη δῶν δὲ ἐγὼ τοῦδε κρατοῦντος ἐν δίκαις, ἃς οὕτως ὑγιῶς μετῄει ὥστε τοῖς δικασταῖς ἀντὶ τῶν γραμμάτων εἶναι τὰ τού- του νεύματα.

καὶ τὸ μὲν ἀγωνιζόμενον μετὰ φροντίδος ἀγορεύειν οὔπω τοσοῦτον, ἀλλ’ οὗτός γε ἐν παντὶ καιρῷ καὶ χωρίῳ καὶ περὶ ὅτου δὴ φθεγγόμενος ἐσκεμμένως ἂν δόξαι λέγειν οὕτως οὐκ ἔστιν ὅτε ἡγεῖται προσήκειν ἀμελῆσαι ῥη- μάτων.

τὴν δὲ τῶν ῥημάτων ὥραν παρέρχεται τῶν ἠθῶν τὸ κάλλος. νῦν μὲν γὰρ εἰς πολιὰν ἥκει, πρὶν δὲ εἰς ἄνδρας ἐξελθεῖν τὰ γερόντων ἐδείκνυ τῇ τε ἄλλῃ καὶ δὴ καὶ γλώττης, [*](9 cf. ad ep. 18 p. 10, 14) [*](1 σώιζειν V 3 ἐπιστήσετε D | ἄξια D | κοινωνεῖ D 4 ὃ μεταδοὺς D 6 γέγονεν V | μὲν inser Vo 2 om D Vind pr 7 διὸ Vo sed in δι’ ὃ corr μ 2, Vi pr | τοῦτο V sed o (2) in corr m 4 τοῦτ’ S Vind D αὐτὸ D | ἐμῆς om Vi 11 δ᾿ D | τοῦ δὲ Vo aed ` eras, D τούτου V | οὕτως om Vind D 12 ἀντὶ V sed supra τ ras et ὶ corr m 5 | τῶν om Vi 13 num φροντίδας scribendum? 15 περιότου Vi | ὅτου δὴ Vo sed ex ὅτου δεῖ corr m 3 | ἐσκεμμένως V sed ως ex ὃς corr m 4 18 πρὶν—19 ἐδείκνυ respexisse videtur Lacapenus de constr. verb. ed. Hermann de emend. rat. gramm. p. 358, 3 παραγγέλλω εἰς ἄνδρας, ὡς καὶ Λιβάνιος· ἐπεὶ δὲ εἰς ἄνδρας παρήγγειλε, τὰ γρ ἐξελ- τῶν γερόντων διεπράττετο | δ’ Wolf | ἄνδρα S 19 ἀνελ- θεῖν θεῖν S ἀπελθεῖν Vi)

59
ὡσπερ ἐκέλευσεν Ἀνάχαρσις, ἐκράτει. καὶ νῦν οὐ μᾶλλον ἂν αὐτὸν ἡ τοὺς ἀνδριάντας ἐκφύγοι συλλαβὴ τῶν σιγᾶσθαι δι- καίων.

Ἀλλὰ γὰρ οἰήσῃ με τηνάλλως μηκύνειν πρὸς σὲ τόν, ἐπειδὴ ταῦτα αὐτῷ συνῄδεις, κεκληκότα, διῆλθον δὲ οὐ δι- δαχῆς ἕωεκα τῶν τρόπων, τοῦ δεῖξαι δέ, ὡς μέτεστι τῇ τροφῷ τῶν τῷ τροφίμῳ παρὰ σοῦ γιγνομένων τε καὶ ἐσομένων.

ὡς οὖν ἐν πᾶσιν ἡμῖν θεωροῖς ἐπιδεικνύμενος καὶ διὰ τοῦ ῥήτορος τῷ κοινῷ χαριούμενος μετάστησον ἡμῖν τὸν ἄνδρα φέρων εἰς σχῆμα σοί τε καὶ ἐκείνῳ πρέπον καὶ μὴ παύσῃ τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν συλλαμβάνων.

τούτῳ γὰρ ἂν καὶ μόνῳ νικήσαις τοὺς πρὸ σοῦ ταὐτὰ ἃ σὺ νῦν διῳκηκό- τας. τὸ μὲν γὰρ ὄνομα ταὐτὸ καὶ δύναμις ἴση, δεῖ δὲ σὲ ἐκεί- νων ἐπὶ χρήματα ὡρμηκότων αὐτὸν φανῆναι λαμπρύνοντα τὰ τῶν ἀνδρῶν οἷς τι μέτεστιν ἀρετῆς. καλὸν γὰρ ὕστερον ᾄδεσθαι τῶν μὲν τὸν πλοῦτον, σοῦ δὲ τὴν ψῆφον.

[*](1 Diog. L. I 104 2 Luc. vit. auct. 3. Xen. rep. Lac. 3, 5. Hor. ep. II 2, 83. sat. II 5, 40)[*](καὶ νῦν 1 Ἀνάχαρσις ἐκέλευεν V sed σ ante εν inser m 5 | καὶ γὰρ S)[*](2 αὐτοῦ D | ἐκφύγῃ Vo Vi ἐκφύγῃ pr | συλλαβὴ D 4 οἰή- σει pr | τηνάλλως V sed ην in ras μ 5 τηνάλως Vo S Vi | τὸν πρὸς σὲ D 6 εἵνεκα VoS Vind | τῶν inser Vind om D | τροφῷ τῶν τῷ τροφίμῳ scripsi e V sed e τροφῆι τῶν τροφίμων corr m 4, Vo Vi ut coni Wolf τροφῇ τῶν τῷ τροφίμων S Vind sed in hoc ῶ supra ῇ D Wolf τροφῇ τῶν τροφίμων pr 7 παρὰ V sed in περὶ corr m 5 | γινομένων Vo ViD pr 8 διὰ scripsi e V δὴ Vo pr δὴ καὶ S Vi Vind D Wolf 10 τε om Vo 11 τοῦ τὸ et 12 μόνον D 12 πρὸς σοῦ ViD | ταὐτὰ scripsi cum Re ταῦτα libri edd | νῦν σὺ edd | σοὶ D 13 ταὐτὸ VVo sed τ antepos V 5 Vo 3 αὐτὸ Vi Vind pr αὐτῶ D | δέ σε libri edd 14 ἐπιχρήματα Vi 15 τὰ inserui e V 4 om VoS Vi Vind D edd „aut leg. τὰ τῶν aut potius nil mutandum sed solummodo post τῶν ἀνδρῶν subaudiendum τούτους“ Re | ἀνἀνδρῶν S 16 τὸν inser Vo 2 om ViD pr)
60