Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὐ ταῦτα συνῄδειν τοῖς οἰκοῦσι τὴν Ἄγκυραν, ἀλλ᾿, εἴπερ τινές, ξένους ἐφίλησαν ἑνὶ λυπήσαντες μόνῳ τῷ κατέχειν ἀπιόντας. ἐπεὶ οὖν σοὶ μὲν ἀπιστεῖν οὐκ ἔχω, τοὺς δὲ ἠπιστάμην ἀγαθούς, οἶμαι τὴν πόλιν ὑπὸ συμφορῶν μεταβεβληκέναι τοὺς τρόπους.
ἀλλ᾿ ἐκεῖνοι μὲν εὖ πράξαντες ἀνακτήσαιντο τοὺς τρόπους, σὺ δ᾿ ὅτι μὲν ὁδὸν πορεύῃ λυπηράν, οἶδα· δεῖ δέ σε φέρειν τε εἰδέναι, κἂν μὴ τοῦτο ῥᾴδιον ᾖ, σιγᾶν εἰδέναι. μεῖζον μὲν γὰρ ἐκεῖνο, μικρὸν δὲ οὐδὲ τοῦτο.
καὶ τό γε πᾶσιν ἐγκαλεῖν, ὅτι μὴ πετόμενα γράμματα λαμβάνεις, ἀφείσθω· μεμφόμενος γὰρ ἃ μὴ προσῆκεν ἐν μέμψει γίνῃ. ἡμεῖς δέ σοι νῦν οὐ τὴν δι᾿ Ἅρματος ἐπιστέλλομεν, ἀλλ᾿ ἄρτι δόντες τῷ παιδί σου γράμματα ταῦτ᾿ εὐθὺς Ὀλυμπίῳ δεδώκαμεν, ὃν οἶσθά τε καὶ εἰδὼς εὖ ποιήσεις, ὅ τι ἂν ἔχῃς.