Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Καὶ σοὶ δεδόσθαι νομίζω τὴν ἐμὴν ἐπιστολὴν καὶ σὴν ἀφίξεσθαί μοι, καὶ πρὶν λαβεῖν ὅτι λήψομαι πιστεύων ἥδο- μαι. μὴ οὖν θαυμαστὸν ποιοῦ εἰ μήπω μαθὼν ἣν ἔσχες ἐπὶ τῇ πρώτη γνώμην, ἐπέθηκα δευτέραν. πέπεικα γὰρ ἐμαυτὸν ἃ μάλιστα βούλομαι, καὶ ἴσως γε οὐ κακῶς μαντεύομαι. λο- γίζομαι γὰρ ὡς εἴης μὲν ἥμερος, εἴης δὲ λόγων ἐραστής τε καὶ ποιητής.

πολλὰ δή σοι πεπόνηται βοηθοῦντι πολλοῖς ἄλλοις τε καὶ μάλιστά γε δὴ τοῖς περὶ τοὺς λόγους· ὧν τοὺς μὲν ἀγαθοὺς εὑρὼν ἐτίμησας, τοὺς δ’ οὐ τοιούτους ἠλέησας, τὸ μὲν κρίσει ποιήσας ὀρθῇ, τὸ δὲ φύσεως χρηστότητι.

τὸν οὖν πρᾷόν τε καὶ λέγειν ἕτοιμον καὶ πράττειν ἄοκνον τίνα εἶχε λόγον ἀνδρὶ θαρρήσαντι μὴ μεταδοῦναι γραμμάτων, ἄλ- λως τε καὶ Μυγδονίου τοῦ καλοῦ παρακαλοῦντος ἐγγύθεν, μᾶλλον δέ, οὐ κινοῦντος, ἀλλ’ ἐπαινοῦντος ὡρμημένον; ταῦτά με πεποίηκε μαντικὸν εἰς τὴν ἐκεῖθεν ἐπιστολήν. καὶ ἃ λαβὼν ἔπραττον ἂν εἰκότως, ἐλπίζων ἀξιῶ ποιεῖν.

ἄλλοις ἤδη προξενεῖν ἐπιχειρῶ τὴν σὴν ῥοπήν· ἧς πρῶτος Ὀλύμπιος ἀπολαύσεται, λέγειν γὰρ οὕτω βέλτιον. ὁ δ’ Ὀλύμπιος οὗτος μετὰ μὲν πολλῶν πολίτης ἐμός, πρὸ πολλῶν δὲ φίλος. καὶ ἐδέξατο ταὐτὸ διδασκαλεῖον ἡμᾶς παῖδας ὄντας ἔπειτα τύχη [*](1 VI γ', σ(??)α'. Va ς', ρι'. Vo ς', ρι'. S γ', ιβ'. D ρνη') [*](2 Sievers 76 not. 28. Seeck 218. 337 3 ep. 668 8 sq. Plat. Phaedr. p. 228 C. Euthyd. p. 306 B 15 cf. ep. 603 19 cf. ep. 603 20 Seeck 225 VI) [*](5 ἦν Va 7 γε οὐ κακῶς scripsi e VVa Bed in hoc κακῶς e κῶς corr m5, D γε οὐχ ὡς VoS τε οὐχ ὡς Wolf „εὐστόχως vel γε οὐ κακῶς“ Re δὲ] τε D Wolf δέ V Bed e δή corr m3, D δἥ S 11 δὲ VaVoS Wolf 13 πρᾶον VSD | τινα Wolf 14 „aut ante aut post θαρρήσαντι deesse videtur γράφειν“ Re at cf. ep. 558 p. 624, 13 δι’ ἐμὲ τὸν θρασύν 21 μὲν inser V4 | πολλῶν(2) scripsi e D ut coni Wolf Re πολλοῦ VVaVoS Wolf) [*](22 ταὐτὸν D)

562
τινὶ τῶν λόγων ἐξωσθεὶς γίγνεται στρατιώτης οὐδὲ οὕτως εὐτυχής.

οὔκουν εἰς τήνδε τὴν ἡμέραν γέγευται κέρδους τούτων δὴ τῶν ὀξέως ποιούντων τὸν στρατιώτην εὐδαίμονα· ὥστ᾿, εἰ μὴ ἠπίστατο πενίαν φέρειν, κἂν ἴσως ἐχρήσατο τῷ παρ’ ἡμῖν ποταμῷ. διατρίψας δὲ τῇδε καὶ χρόνον ἀνηλωκὼς φοβούμενος προσετίθει τῇ μελλήσει.

ἐγὼ δὲ αὐτὸν ἀνέ- στησα θαρρύνας τε καὶ βοήσας ἐν μέσῳ ὡς δίκην μὲν οὐ δώσει, λήψεται δέ τι καλόν. σὺ τοίνυν κύριος ἐμὲ τελεῖν εἰς συμμορίαν μάντεων.