Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἐπέμψαμεν οὐκ αἰτήσοντες χάριν, ἀλλ’ ἀπαιτήσοντες ὑπόσχεσιν. σὺ γὰρ ἐκεῖνος ὁ φήσας μείζω τῶν δυνατῶν εἰς τὴν λειτουργίαν εἰσοίσειν. Κλημάτιος δὲ πολλὰ μὲν ὧν οὐκ ἐπαγγέλλεται ποιεῖ, πάντως δὲ ἐπαγγελίαν ἐπιτελεῖ. δύο τοίνυν βοήθει τοῖς ἀνδράσι· τὸ μέν, ὅπως ταχέως τἀργύριον λάβοιεν, τὸ δέ, ὅπως μὴ πολλοῦ τὴν ἐσθῆτα πρίαιντο.
ὅστις δέ ἐστιν Ὀλύμπιος, ἀπ’ αὐτοῦ γνῶθι τοῦ δι’ αὐτοῦ σέ με προσειπεῖν, ὃς οὐκ ἂν τοσοῦτον προὐξένουν ἀγαθὸν μὴ καλῷ κἀγαθῷ καί τινος ἀξίῳ σπουδῆς. ἔστι δὲ πολίτης μὲν ἐμός, πολλῶν δὲ βελτίων εἰς ἐμὲ πολιτῶν, καὶ βουλοίμην ἂν αὐτῷ τόπον πάντα [*](7 VI γ', σπθ'. Va ς', ρη'. Vo ς', ρη') [*](8 Seeck 110. 887 16 cf. ep. 618. Seeck 226, VI) [*](1 τοὺς ἑταίρους scripsi e V sed in τῶν ἑταίρων corr m3, Va coll Philostr. Apoll. Tyan. VIII 7 t. I 809, 12 ed. Kayser τοὺς ἐραστὰς ἐξαψάμενα τῶν ἑταίρων VoS Wolf 4 διόφαν Vo 6 καὶ ante μὴ Va sed eras, post μὴ inserui e V om VaVoS Wolf | εὐφράναι VoS 13 βοήθει scripsi auctore Re βοηθει libri Wolf 14 δ᾿ V | δέ V sed in δ᾿ corr m4 16 ὃς οὐκ scripsi e V sed ὃς inser m4 οὗ VaVo Wolf qui ᾧ οὐκ coni 17 ἔστιν Va 18 πολιτῶν εἰς ἐμὲ V | ἂν inser V4)
σὺ τοίνυν ἡδέως αὐτὸν ἰδὼν καὶ μετὰ γραμμάτων ἐπ’ Ἰταλίας πέμψας δεῖξον ὅτι τοῖς ἡμᾶς φιλοῦ. σιν ἔνι τις τοῦ φίλτρου καρπός.