Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ὅτι μὲν πρᾴως προσενεχθήσῃ ταῖς πόλεσιν, εὖ ᾔδειν, φύσει γὰρ δὴ σὺ τοιοῦτος ἥσθην δὲ ἀκούσας ὅτι σοι καὶ κέντρον ἐστὶν ἐπὶ τοὺς κέντρου δεομένους. ἤγγειλε δὲ Κλη- μάτιος, ᾦ καὶ αὐτῷ κέντρον ὀξύ.
χαίρειν οὖν μοι συνέ- βαινε τῷ τόν τε ἐπαινούμενον εἶναι πολίτην ἐμὸν καὶ τοὺς [*](†) ὠφελουμένους,— ἂν εἴπω καὶ τούτους πολίτας, ἄρα σοὶ δόξω λέγειν ὀρθῶς, εἴπερ τἀκείνων οἶσθα πρὸς ἐμέ.
πάντως δὲ οἶσθα περὶ ὧν ἐπέστειλας ἡμῖν, ὡς γεγένηται, ἃ γέγονεν, οὐ δι’ ἡμῶν, οὐ γὰρ ἀφαιρήσομαι Σπεκτάτον ὧν ἐσπούδασε τὴν δόξαν, ἐπῄνεσα μέντοι τὴν σπουδὴν. καὶ τοῦτό σοι παρ’ ἐμοῦ τὸ μαθεῖν ἐκεῖνον ὅτι ὅτι σοὶ βοηθῶν ἀμφοτέροις χαρίζε- ται.