Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εἶχον μέν σε ἐλέγχειν ἐκείνως ἐπεσταλκότα καὶ οὐ τὸ μὴ πολλάκις λαβεῖν, ἀλλὰ τὸ μὴ μακρὰς αἰτιώμενον· ἕνα μὴ πόλεμος ἐκ μικροῦ σπινθῆρος ἁφθῇ καὶ βάλλωμεν ἀλλή- λους γράμμασιν ἀντὶ τοῦ τέρπειν ἐπιστολαῖς, δεδόσθω σὲ μὲν τιμᾶν τὰ τῆς Λακεδαίμονος, ἐμὲ δὲ οὐκ ὀρθῶς ἐγκαλεῖν. καὶ νίκα τὴν νίκην ταύτην ἡττημένων ἡμῶν ἑκόντων.

βιβλία δὲ ὅτι μὲν ὑπέσχου μοι, ἐμὸν ἀναμνῆσαι, ὅτι δὲ οὐκ ἔδωκας, σὸν εἰπεῖν. ὅτε γὰρ ἐν τῇ Μεγάλη πόλει τὴν νόσον τὴν με- γάλην διαφυγὼν ἀνεγίνωσκόν σοι λόγον, ἔπαινον τῆς Στρα- τηγίου θυγατρός, βιβλίον τι παλαιὸν εἰς κάλλος γεγραμμένον ἐθαυμάσαμεν ἰδόντες καὶ διελέχθημεν, ὡς ἦν ποτε κάλλος γραμμάτων, νῦν δὲ οὐκ ἔστιν.

ἐνιδὼν δή μοι σὺ τῶν τοιούτων ἐπιθυμίαν ἔχειν ἔφης πολλὰ καὶ κτῆμα παππῷον καὶ πέμψειν ἀπὸ τῆς Νικαίας. εἶτα ἐγένου Φίλιππος ὑπισχνού- μενος Ἀθηναίοις. καὶ ἀγροὺς μὲν ὑπὲρ ἡμῶν ἄλλοις οἶσθα δοῦναι, βιβλία δὲ ἡμῖν οὐκ οἶσθα.

διὰ δή; λέγοις ἄν. ἢ κἀνταῦθα τὸν Φίλιππόν μοι καιρὸς εἰπεῖν· οὐ δίδωσιν [*](1 VI γ', σξθ'. Va ς', πς'. Vo ς', πς') [*](2 cf. ep. 561. SieverB 233, 3. Seeck 87. 336 5 Arist. pac. 609 sq. 7 Salzmann 34 10 cf. t. I 121, 9 sq. Sievers 60 11 sq. Seeck 282 16 Dem. Phil. II § 23 p. 71, 15sq.) [*](3 Εἶχον μέν scripsi auctore Re εἴχομεν libri Wolf | ἐκεῖνος Va 10 πόλει inserui e VVa om Vo Wolf 11 ἀνεγίνωσκον scripsi ut coni Re ἀναγινώσκων libri sed in ἀνεγίνωσκον corr V3, Wolf 12 τι om V τί Vo 13 διηλέχθημεν Vo 14 δέ V 16 τε ante ἔχειν libri sed inser V3, Wolf delevi | ἐπιθυμίαν ἀφθονίαν τε coni Re | τε post ἔχειν eras V | πολλὰ scripsi e V sed ἁ in ἢν corr m3, Va πολλὴν Vo Wolf | παππῷον scripsi e F πατρώιον VaVo Wolf 16 νικαίας V sed ras supra ι(1) et αἰ in ras m2 17 καὶ inserui e V om VaVo Wolf | γὰρ post μὲν Va)

547
Ἀρισταίνετος βιβλία τοῖς φίλοις, ἵνα μὴ διαβληθῇ πρὸς Ἕλληνας; πάλιν δή σοι λέγω ταῦτα, ὡς, ἂν μὴ πέμψῃς ἐκείνων, οὐ λήψῃ τούτων, ἐν οἷς καὶ αὐτοῖς εὑρή- σεις πολιόν. οὐ γὰρ κατὰ τὸν Ἰόλεων ἐκ γέροντος ἐγὼ νέος· οὐχ οὕτω μοι φαῦλον οἱ νόμοι.