Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Σή τοι σαφῶς ἡ ἐπιστολή, ὥστε, εἰ καὶ τοὔνομα τοῦ πέμψαντος μὴ ἐνεγέγραπτο, πάντως ἂν εὗρον ἐκ τῶν ἐπεσταλ- 20 μένων τὸν γεγραφότα. σύ τε γὰρ ὑβριστὴς ἥ τε ἐπιστολὴ πολὺ [*](4 VI γ΄, [namerus deest; in marg οη(??) eras]. Va ς΄, πγ΄. Vo ς΄, πγ΄ 16 Vi γ΄, σξζ΄ (ex οθ΄ eras). Va ς΄, πδ΄. Vo ς΄, S β', (??)α'. Vi I[κθ'] et II [σοέ]. Vind ρπγ') [*](5 cf. ep. 554. Seeck 186. 226. 386 6 cf. ep. 571 sq. 17 el. ep. 583. 814. Sievera 74 not. 18. Seeck 64. 386 20 Plat. conv p. 176 E) [*](2 ἐμμείναις VaVoS Wolf | ἐμοῦ Va 6 Ὀλυμπίῳ καὶ Ἰοβίνῳ scripsi coll I. 10 et ep. 554 ἰοβίνῳ καὶ Ὀλυμπίῳ libri Wolf 9 οὑν inserui om libri Wolf 13 γε? 14 τούτων vel τούτοιν coni Re | τὸν inserui e libris om Wolf 17 τῷ αὐτῷ (i. e. Ἀνα- τολiῳ) Vind 18 τε Vi | ὥστ’ SVind Wolf | εἰ καὶ] εἰς S | τοῦ πέμψαντος om V 19 ἐνεγέγραπτο V sed νε supraacr ἐπεγέ- γραπτο S Vill | ἀπεσταλμένων Vi I)

543
τοῦτο εἶχεν, ᾧ καὶ θαυμάζω τὸ μηδ᾿ ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων ἀποστῆναί σε τῶν εἰωθότων.

ὡς δὲ οὐδὲν ὑγιὲς ἐπέσταλκας, ἐπιδείξω. πρῶτον μὲν γὰρ ἔφης διὰ τοῦτό μοι μόνῳ τῶν πάντων οὐ γράψαι τὸ θυμωθέντα με πλῆξαί σε λόγοις. τοῦτο δὲ οὐκ ἦν εὐθὺς ἀναγκαῖον τῷ μὴ λαβόντι ποιεῖν, ἀλλ᾿ εἶχε λόγον καὶ οὐκ ἢν ἔξω τῶν εἰκότων τὸ τῷ μὴ λαβεῖν ἀλγήσαντα σιγῆσαι. μὴ γάρ, εἰ ἐπέστειλα πρᾴως ἐνεγκὼν τὸ παρεωρᾶσθαι, σκόπει, ἀλλ᾿ ὅτι τῷ μὲν ἠμελημένῳ τὸ λυπηθῆναι, τῇ λύπῃ δὲ ἠκολούθησεν ἂν οὐκ ἀλόγως ἡ σιγή.

τούτῳ μὲν οὖν ἐξηλέγχθης τῷ λόγῳ καὶ μάλα λαμπρῶς· κόλακα δέ με προσειπὼν σαυτὸν ἀποφαίνεις κόλακος. ἐραστήν. εἰ γὰρ τὸ κολακεύειν κακόν, τοῦτο δὲ ἐν ἐμοί, σὺ δὲ ἐμὲ πρὸ τῶν πολλῶν ποιῇ, πονηροῦ τινος ἐρᾶν ὁμολογεῖς. καὶ εἰ τοῦτό γε ἀληθές, ὅτι πονηρὸς ὅστις χαίρει τούτοις οἷς οὐκ ἔοικε, πονηρὸς ἡμῖν ὁ σεμνὸς ὕπαρχος ἀναφαίνεται.

θαυμάζω δὲ εἰ σὺ μέν, ὅπως λάβοις τὴν ἀρχήν, οὐκ ἐκολάκευσας, ἐγὼ δὲ οὐδὲν δεόμενος οὔτ᾿ ἄρχειν οὔτε παρ᾿ ὑμῶν πλουτεῖν ἐμαυτὸν κατῄσχυνον, ὅς, ὅπως μὴ γενοίμην κόλαξ, πένης ἐδεξάμην εἶναι· ὡς κολακεύειν γε ἐπισταμένῳ πολὺς ἂν εἴργαστο πλοῦτος. νῦν δ᾿ ἴσον ἀπέχομεν εὐπορίας καὶ κολακείας καὶ οὐκ ἄχθομαι τῷ μὴ πλουτεῖν, ἀλλὰ φιλοτιμοῦμαι τῷ μὴ δουλεύειν.

ἐγὼ μὲν οὖν ταῦτα λέγω φεύγειν, ἃ δὴ [*](1 τοῦτ᾿ ViI | ὧ Vind sed ὃ suprascr ὃ VVaVo sed in hoc in ὧ corr | ὃ ViI | μὴ δ᾿ ViI.II Vind 3 διατοῦτο Vind 4 τὸ scripsi e ViI.II τοῦ VVaVoS sed in hoc τὸ ante τοῦ suprascr, Vind Wolf 5 εὐθὺς — 6 ἦν in marg inser Vind2 6 εἶχεν Va | τὸ inserui e VVaVoS ViII Vind cum Boissonadio Anecd. I 365 om ViI Wolf 7 ἀλγήσαντι V sed ι in α corr m4 | πράως VS ViI.II Vind 10 λόγῳ scripsi e V Va VoS sed in hoc γρ τρόπω suprascr, ViII τρόπῳ ViI Vind Wolf 12 κακόν scripsi e V Va VoS sed in hoc γρ αἰσχρόν suprascr, Vi II αἰσχρόν ViI Vind Wolf | σὺ] σοὶ Vind 13 με S | τῶν om V 14 ὅτι πονηρὸς om V Va VoS ViII Vind 15 οὐκ del Vind om Va Vo | ἔοικεν Va 16 σοὶ Va | λάβῃς Vo S Vi I.II Wolf | οὐ κεκολάκευκας Vi II 17 οὔτε Va Vo ViII 19 γε] μοι Vi sed οι ex ε corr 20 ἶσον Va Vo ἴσου Vi 21 τὸ ViII | πλουτεῖν — 22 μὴ om Vi 22 μὴ δουλεύειν V sed e μηδὲν λέγειν corr m4 et γρ μηδὲν ἔχειν in marg m3, S sed γρ μηδὲν ἔχειν suprascr)

544
καὶ φεύγω τοῖς ἔργοις, καὶ οὔκ εἰμι μὲν κόλαξ, ἀγανακτῶ δὲ ἀκούων, ὅπερ οὔκ εἰμι, κατὰ τὸν Λασθένην· σὺ δὲ ἐπαίνων μὲν ἐπιθυμεῖς καὶ καλῶς ποιεῖς, μεγάλη γὰρ εἰς ἄσκησιν ἀρε- τῆς ἀνάγκη, προσποιούμενος δὲ καταφρονεῖν οὐ καλῶς ποιεῖς ἐξαπατῶν.

ἀλλ’ οὐδὲ ἐκεῖνο καλῶς δρᾷς ἀπατᾶν ἐπιχειρῶν ὃν οὐκ ἔχεις ἁρπάσαι. εἰ γὰρ ἐγὼ Φαιδρὸν ἀγνοῶ, καὶ τὴν μητέρα ἀγνοῶ. εἶτά μοι παρακελεύῃ τὸ ἐπαινεῖν ἀφέντα ἔχεσθαι τοῦ ἐγκαλεῖν.

εἰ μὲν οὖν οὐδὲν ἀδικοῦντι πείθεις ἐγκαλεῖν, οὐδὲν ἕτερον ποιεῖς ἢ συκοφαντεῖν· εἰ δ’ ὡς ἀληθῶς ἀδικοῦντι, σαυτὸν πεῖσον μὴ ἀδικεῖν μᾶλλον ἢ ἡμᾶς ἐγκα- λεῖν. πολὺ γὰρ βέλτιον καθαρεύειν ὑποψίας ἢ ταύτῃ χρώμε- νον ζητεῖν, ὅστις κατηγορήσει τοῦ πράγματος.

ἀλλ’ ἐπαι- νῶ τοὺς οὐκ ἀγαθοὺς ἐν ἴσῳ τοῖς ἀγαθοῖς καὶ διὰ τοῦτο φεύγεις τοὺς παρ᾿ ἡμῶν ἐπαίνους. ἀλλὰ μάλιστα μὲν ἐκεῖνος ἐπῃνέθη, πολλοὶ δὲ παντελῆ μὲν οὐκ ἔσχον τὴν ἀρετήν, ‘ὲν δέ τι μόριον, ὃ μὴ τιμᾶν ἐπαίνοις ἄδικον. εἰ δ οὑν τις καὶ τῶν φαυλοτέρων ἐπῃνέθη, τέχνῃ πρὸς ἀρετὴν Πλήθη. θαυμαζόμενος γὰρ ἀπὸ τῶν οὐκ ὄντων ὡς ὄντων [*](2 Plut. reg. et imp. apopth. Phil. 16 p. 178 B 3 cf ep. 571 6 Plat. Phaedr. p. 228 A) [*](2 οὐκ inscr V3 om VaVo sed in hoc ras 3 litt, ViIVind δ’ V 3 καὶ om Vil 5 οὐδ’ Vi I | δρᾷς scripsi ὁρᾷς libri Wolf Re qui in parenthesi coUocandum censet et ad καλῶς subaudiri ποιεῖς | ἀπαντᾶν V sed ν(1) eras 6 δὲ post εἰ ViI| πλάτωνος post ἀγνοῶ ViI 7 μοι reposui e libris με Wolf | παρακελεύει γα 8 εἰ–9 ἐγκαλεῖν om ViII 9 „aut leg. πείθεις aut οὐδὲν ἕτερον ποιεῖς ἢ συκοφαντεῖν πείθεις Re“ | συκο- φαντεῖς VaVo fortasse recte | δὲ VVolf 11 ταύτῃ <μὴ> coni Re 12 οὐκ ante ἐπαινῶ libri sed eras Vo, Wolf delevi auctore Re 13 οὐκ om VViI.IIVind 14 φεύγοι V sed οι in οις corr m5, Va φεύγει Vo | ὑμῶν Va 14 μάλιστα —15 ἐπῃνέθη om VilVind 15 ὁ τελέως ἀγαθός post ἐπῃνέθη excidisse coni Re | δὲ om ViIVind 17 πρὸς] τὴν ViI 18 ἐβλήθη Vil)

545
αὐτῷ καὶ γενέσθαι τοιοῦτος ἐπεθύμησεν ἄν.

σὺ δὲ χαλεπός τις εἶ καὶ τοὺς καθεύδοντας καὶ τοὺς ἐγρηγορότας κακίζων. καίτοι εἰ μὲν Δάρδανος ἠδίκει κοιμώμενος, ὁ μὴ κοιμώμενος ἔξω μέμψεως· εἰ δὲ τὴν ἀγρυπνίαν τούτου ψέγεις, τί μὴ τὸν ὕπνον ἐπαινεῖς ἐκείνου; ἀλλ’ οὔτ’ ἐκεῖνος ἠδίκει κοιμώμενος μεθ’ ἡμέραν ἀπὸ τῶν ἐν νυκτὶ φροντισμάτων οὗτός τε κρα- τῶν ὕπνου στεφάνων, οὐκ αἰτίας ἄξιος.

ὁρᾷς ὡς οὐκ ἐμὲ τὸ πλουτεῖν, ἴστω γάρ, ἀπέφηνε χείρω, σὺ δ’ ὑπὸ τῆς ἐξουσίας ἐπήρθης συκοφαντεῖν. παραινῶ δή σοι τούτου μὲν ἀποστῆναι, τοῦ δ’ ἀκριβῶς ἐπιμελεῖσθαι, τῆς ἀρχῆς ἔχεσθαι.

καίτοι τινὲς κατηγοροῦσί σου τὴν τοῦ Φοίνικος τραγῳ- δοῦντες πρᾶσιν καὶ ὅσοι περὶ τὰς δίκας οἴχονται φεύγοντες ὑπὸ τῶν ὑβρισμάτων. ἀλλ’ ἐγὼ τοὺς μὲν οὐδὲν λέγοντας δεικνύω, σοῦ δέ, ἢν μὴ παύση τοιαῦτα ποιῶν, φανοῦμαι κατήγορος.