Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὁ μὲν δαίμων οὐ καλῶς ὑπὲρ τῶν σῶν ἐβουλεύσατο, σὺ δέ, οἶμαι, καλῶς. ὁ μὲν γὰρ ἀφῄρηταί σε Θεμίστιον, ὃν ἐγώ ποτε ταῖς Ἰσοκράτους παραινέσεσιν ἔθρεψα· σὲ δὲ οὐ κατέ- κλυσεν ἡ συμφορά, μένεις δὲ ἐν τοῖς φιλοσοφίας νόμοις ἀνδρίᾳ [*](14 VI γ', σξε'. Va ς, πα'. S α', ιγ'. Vi [πγ']) [*](1 Himerii | Sopatri | Iamblichi | cf. ep. 571 15 Sievers 250 R. Seeck 296. 335) [*](3 τούτῳ] „legi malim aut οὕτω aut βέλτιστος) τούτων, aut si τούτῳ servetur, accipi pro ταύτῃ“ Re cf. p. 643, 1 | θαυ- μάσῃ scripsi e V coll ep. 662 p. 630,6; ep. 651 p. 594, 18 θαυμάσεις VaVoS Wolf 5 τούτου Vo sed e τοῦτο corr. S Wolf | δὲ inser V4 δ’ inser Vo4 Wolf om Va 6 περὶ del V4 | τὸ V ied del m4 8 παρὰ Va sed αρὰ suppl m5 | πόνους νέους inser V4 om VaVoS φίλους inser V4 om VaVoS | πολλούς V sed ούς ex ῶν corr m4 | τε inser V4 om VaVoS | καὶ inser V4 11 αὑτοῦ V sed corr m4 | μεθ’ αὑτοῦ del V4 12 ποιῆσαι scripsi e VVoS ποιήσειν Va Wolf 15 φιλίππῳ SVi 16 σὺ Vo sed υ ex οι corr m4 17 σε scripsi e VaVoSVi σοι V Wolf 19 ἀνδρείᾳ VaVoSVi Wolf)

541
χρώμενος πρὸς τὴν Τύχην.

ἔστι δέ, οἶμαι, τοῦ μέχρι νῦν ἐνηνοχότος τὸ κακὸν τὸ μὴ γενέσθαι μετὰ ταῦτα πρὸς τὸ πά- θος μαλακόν. αἰσχρὸν γὰρ εὐθὺς οὐ προαχθέντα προἰόντος ἐνδοῦναι τοῦ χρόνου.

τὸν δ’ Ἰάμβλιχον ἔγνως μὲν ἐλθὼν ὡς ἡμᾶς ἀγαθόν, εὖ ποίει δὲ νῦν ὡς ἄνδρα ἀγαθόν. μεγίστη δὲ εὐεργεσία φίλον τε σαυτοῦ νομίσαι καὶ δεῖξαι τοῖς ἄλλοις, ὅτι αὐτὸν ἡγοῖο φίλον. πάντως δὲ τὸν ἐξ ἐκείνων παρὰ σοὶ δεῖ κεκρίσθαι τίμιον, τὸν ἐκ τῶν φιλοσόφων παρὰ τῷ φιλο- σοφοῦντι.