Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐπῄνεσα Σπεκτάτον τῶν εἰς σέ, μᾶλλον δὲ τῶν εἰς τὰ γὰρ εἰς σὲ ταῦτ’ εἰς ἐμαυτὸν ἡγούμην τε καὶ ἔλεγον πε- πρᾶχθαι. συνήσθην δὲ αὐτῷ μικρὰ μὲν πεποιηκέναι λέγοντι, μείζω δὲ ὑπισχνουμένῳ. δῆλον δὲ ὅτι καὶ τὰ μείζω ποιήσας μικρὰ κἀκεῖνα πρὸς τὰ μέλλοντα φήσει.

Ἰαμβλίχου δὲ τὸν [*](1 VI γ', σξβ'. Va ς', οη'. Vo ς', οη 17 Vi γ', σξγ' (= απ) ς', [οθ']. Vo ς', οθ'. S α', λζ'. Vi [ρξθ']. D ρνδ') [*](2 Sievers 68 not. 34. 75 not. 30. Seeck 166. 336 sq. 3 cf. ep. 740 11 cf. ep. 671 14 Aesch. Pers. 402. Aristot. pepl. 49. 18 Sievera 75 not. 30. Seeck 278. 336 19 Seeck 281 23 cf. ep. 571) [*](3 ἄλλον VaVo Wolf 8 τῶ V sed ῶ ex ὸ corr m4 11 ἐκεῖνα V 13 ἁνὴρ scripsi ἀνὴρ libri Wolf 18 Ἰοβιανῶ SVi 20 τὰ τ’ D 21 λέγοντα D 22 μεῖζον V Wolf | δῆλος Vi 23 θήσει S Vi Wolf)

539
πατέρα μὲν ᾔδεις οὐκ ἀπὸ πλήθους μᾶλλον ἀρχῶν ἢ τῆς ἐν ταῖς ἀρχαῖς ἀρετῆς, τοῦτον δὲ ἠγνόεις, νέος γὰρ ὢν ἠγνοεῖτο· νῦν δὲ εἴσῃ παῖδα βελτίω πατρός, ᾧ χρημάτων μὲν οὐ πολὺς λόγος, πολὺς δὲ λόγος τοῦ τι ποιῆσαι καλόν. οὐχ οὕτως ἀθλη- τὴς ἐρᾷ στεφάνων ὡς οὗτος φίλῳ καὶ λῦσαι κακὸν καὶ πα- ρασχεῖν ἀγαθόν. λέγειν δὲ εἰδώς, ἔστι γὰρ ῥήτωρ, οἶδε καὶ σιγᾶν, οὗ σιγὴ βελτίων.

οὗτος ἂν μὴ μαθών σε διαδράμῃ τὴν πόλιν, ἀμφοτέροις αὕτη ζημία, τῷ μὲν οὐ μετασχόντι τῆς σῆς σοφίας, σοὶ δὲ οὐ μεταδόντι τῆς αὑτοῦ σοφίας, ᾧ μάλιστα χρῆν. ἀλλ’ ἀγαθῇ τῇ τύχῃ χρήσασθε τοῖς ἀλλήλων ἀγαθοῖς.