Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἀλλ᾿ εἰ καὶ βραδέως, ὑπηρέτηκά γέ σοι, καὶ λαβὼν τὰ Κέλσου δοκίμαζε. δοκεῖς γὰρ ἐπὶ βασάνῳ μοι μᾶλλον ἢ τοῦ τι μαθεῖν ἐκεῖθεν ἐθελῆσαι λαβεῖν. οὐχ οὕτω σοι μικρὸν <τὸ> περὶ τὴν γλῶτταν ἐκείνην.

βραχὺ δ’ ἐφρόντισας τῆς ἀποκρίσεως, ἣν ἡ κλῆσις ἥν γε ἐκάλουν ἀπῄτει· χρῆν γὰρ ὡς ἥξεις εἰπόντα δοῦναι χάριν ἢ μένειν ἐγνωκότα, δι’ ὅ τι μένειν ἐπῆλθεν, εἰπεῖν. σὺ δ’ οὐδέτερον πεποίηκας.

ἀλλά μοι φαίνῃ μετεωριζόμενος ὑπὸ τοῦ τῆς Ῥώμης μεγέθους τῶν τε ἄλλων πόλεων καὶ τῶν ἐν αὐταῖς φίλων καταφρονεῖν, ἄλλως θ’ ὅτε καὶ λαμπροτέρα νῦν δὴ γεγένηται τῷ βασιλέως ἔρωτι. τοῦτον γὰρ εὐδαιμονίσαι τις ἂν τῆς θέας, ἐκείνη <δὲ> τοῦτο [*](5 VII β', θ'. Va ς', οβ'. Vo ς', οβ) [*](2 Seeck 112 6 Sievers 77 not. 41. Seeck 222. 335 7 Seeck 107) [*](1 ras 3 litt ἔτι, ut videtur) ante εἰρῆσθαι V 2 δὲ inserui e V sed inser m3 om VaVo Wolf 3 ἥκει reposui e libris ἥκων Wolf Re 4 παρ’ οὖ (παρὸ Vo) πρότερον εἴη post τιμιώτερος VaVo παρ’ ὃ πρότερον (sc. ἦν) εἴη Re παρ’ οὖ πρότερον ᾔει Dorvillius sed e scholio παρ’ ὁ πρότερον ἦν vel παρ’ οὖ πρότε- ρον ἧκε orta videntur 8 βασάνῳ V sed σὰ inser m2 βασάνων Va | τοῦ τι scripsi cum Re τουτὶ libri Wolf 9 ἐθελῆσαι Va sed ἧσαι del | οὕτως Va 10 τὸ inserui coll ep. 674 p. 640, 6 τὸ σὸν περὶ τὸν πρόθυμον om libri Wolf „cogitavi aliquando οὐχ οὕτω σὺ μικρὸς (non tu adeo morosus es minutiarum captator in illa [latina] lingua). sed satius praestat fateri locum illum a me non intelligi“ Re Suppl | ἐκείνην del Va | δ᾿ ἐφρόντισας scripsi cum Re δὲ φροντίσας libri τι φροντίσας 11 ἣν ἡ κλῆσις et 12 ὡς ἥξεις εἰπόντα et δι’ ὅτι μένειν ἐπῆλθεν del Va 12 διότι VVo Wolf 13 οὐδέτερον scripsi cum Re οὐδὲν ἕτε- ρον libri Wolf 17 τίς VaVo | δὲ inserui om libri Wolf ἐκείνῃ δὲ vel καὶ ἐκείνῃ Re)

534
οὐ μικρὸν ἡ ’κείνου ἐπιθυμία.

τοῦ δ’ οὖν σε καλεῖν οὐ παύσομαι νομίζων ἐμοί τε καλῶς ἕξειν, εἰ παρείης, σοί τε οὐ χεῖρον. περὶ δὲ τῶν ἀγώνων, οὓς εἰκὸς πεποιῆσθαι τοὺς σο- φιστάς, ὅσοι τε ἐπῆλθον καὶ οἱ πάλαι τὴν πόλιν οἰκοῦσι, πολ- λοὶ μὲν ἀγγελοῦσι, σοῦ δ’ ἀμείνων οὐκ ἄν μοι γένοιτο μηνυ- τής. τό τε γὰρ ἀκριβὲς διασώσεις καὶ χάρις ἡ σοὶ συνήθης ἐπέσται τοῖς γράμμασιν.