Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εἰ καὶ μή, ὅτε ἐβουλόμην, ἔτυχον ὧν ἐπεθύμουν, ἀλλ ὧν γε ἐπεθύμουν ἔτυχον. γράμματα γὰρ σὰ πάλαι μὲν εἶχον ἂν εἰκότως, ὀψὲ δὲ ἔχω. καί με ἔπαυσας λυπούμενον, ὃν μὴ λυπηθῆναι τὴν ἀρχὴν σὺ ἦσθα κύριος.

ἐξεῦρες δέ πως καὶ τούτου παραμυθίαν. ὁ γὰρ ταχέως οὐ δεδωκὼς ἔδωκας τῇ βραδυτῆτι τὴν ἀπὸ τοῦ φέροντος χάριν. Σπεκτάτος γὰρ ἦν, οὗ μεῖζον ἐμοὶ μὲν οὐδὲν ἢ σύ, σοὶ δὲ ἴσως οὐδέν.

ἴσθι δέ με τῆς Παλαιστίνης ἄρχοντα πεποιηκὼς πέμψας ἐκεῖσε Κλημάτιον, καὶ οἷς Ἀρισταίνετος ἐκοσμήθη, ταῦτα εἰς ἡμᾶς γεγενῆσθαι. πρόσθες δὴ ταῖς εἰς αὐτὸν τιμαῖς, καίτοι δέδοικα μὴ δόξη λέγειν μᾶλλον ἢ πράττειν ἀμείνων εἶναι. [*](8 VI γ', σνε'. Va ς', ξθ'. Vo ς', ξθ'. S.γ', ζ'. Vi [σοδ᾿]) 9 Sievers 228, 2. 286, 4. Seeck 63. 384 15 cf. ep. 662 18 Seeck 111 | cf. ep. 662 3 ταὐτὰ Bcripsi e V sed e ταῦτα corr m4 ταῦτα VaVoSVi Wolf 4 ἢ Va | ἀκούση Vi 5 γὰρ scripsi e VVaVo δὲ Vi Wolf 6 θαυμάσῃ V sed ῃ in εις corr m5 7 ἡγήσῃ Va sed ήσῃ del 10 ἐβουλόμην Va aed ην del | ἔτυχον om Va ὦν del Va 11 εἶχον ἂν reposui e libris ἂν εἶχον Wolf 13 σὺ om Va σύ γε in ras V5 14 καὶ in κἀν corr V4 | Bcripsi e Vi τοῦτο V sed in τούτω corr m4, VaVoS τούτῳ Wolf | ὁ] τὸ V οὐ om Vi | σεσωκὼς libri sed σεσ corr V4, σ(1) in δ' Vo4 16 ἐμοὶ μὲν reposui e libris μέν μοι Wolf | σοὶ] σὺ Vi 17 μέμψας Vi 19 καίτοι scripsi e V e καὶ corr m4 καὶ VaVoSVi καὶ μὴ vel καὶ οὐ Re

531

περὶ δὲ τῆς ἰσχύος τῶν νόμων, ἣν ἀπέδωκας αὐτοῖς, καὶ τῶν φόβων, οἷς ἀδικεῖν κωλύεις, οἱ μὲν ἄλλοι φρονοῦσιν οὕτως, ὡς τὸ λίαν ἀκριβὲς ταχύ σε τὸ ἄρχειν ἀφαιρήσεται, ἐμοὶ δὲ μάλιστα μὲν τοῦτο φαίνεται μακροτέραν ποιεῖν σοι τὴν ἀρχὴν οὐ λανθανούσης τῆς ὠφελείας. εἰ δ’ οὖν καὶ ἄλ- λῶς ἐκβαίνοι, σοί γε οὐκ ἀποστατέον τοῦ καλοῦ. μὴ γὰρ ὅπως ἄρξαις πλείω χρόνον ὧν ἄρχεις, γένοιο κακός.

ἀλλ εἰς μὲν τοῦτο συμβούλων οὐδέν σοι δεῖ, ΠΛάγιον δὲ τοῦτον οἶσθά που· Σύρων γὰρ τοὺς ἀγαθοὺς οὐκ ἀγνοεῖς. εἰδὼς δὲ ἀγαθὸν ὄψει τε ἡδέως καὶ παραπέμψεις εὐμενῶς ἄνδρα ὑπὸ τῶν πολιτῶν ἐπαινούμενον, ὅσοι τε καταδεεῖς καὶ οἷς ἐστι περιουσία διὰ τὴν ἐπιείκειαν. οὕτω καίτοι πράττων ἑτέρων ἄμεινον ἐξέφυγε τοῦ Φθόνου τὸ βέλος.

ἐμοὶ δὲ πάλαι μὲν συμφοιτητής, ἀεὶ δὲ φίλος. τοῦτο δὲ ὅσον ἐστὶ παρὰ σοί, μαθέτω.