Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Πρέποντά γε εἰς τὸν καλὸν Σπεκτάτον ᾄδεις, καὶ τοῖς γε εἰς ἐκεῖνον ἐπαίνοις τὸ γένος ἡμῶν ἴσθι κοσμῶν. τὴν τι- μὴν δέ, ᾐ σε τιμᾷ βασιλεύς, σὺ μὲν ἐσίγησας, ὁ δὲ ἐμήνυσεν. ἔφη γὰρ τῷ διδόντι μᾶλλον ἢ τῷ λαβόντι συνησθῆναι. οὕτως ὁ τι ἄν τις περὶ σὲ σπουδάσῃ, τούτῳ πρῶτον εὖ πεποίηκεν αὑτόν.

τὸ δὲ ὀκνεῖν τε καὶ μένειν καὶ μὴ κινεῖσθαι ἐθέ- λειν ἥκιστα μὲν καλόν, τοῦ δὲ σοῦ τρόπου· ὥστ’ οὐκ ἐδεήθην ὅ τι ποιεῖν ἔγνωκας ἐρωτᾶν, ἀλλ’ εἶπον φθάσας ὃ ποιήσεις.

δεῖ δέ σε τὴν ἀργίαν ἐκδύντα μικροῖς πόνοις μεγάλην κτήσασθαι ῥᾳστώνην, ἄλλως θ’ ὅτε πορεύσῃ παρ’ ἄνδρα τὰ πάντα πρῶτον καὶ ᾧ κοινωνῆσαι πραγμάτων ἔχει τι δόξης.

ἀλλ’ ὑπὲρ τούτου μὲν σαυτῷ διαλέξῃ· Πελάγιον δὲ του τονὶ γνοὺς ἐγνωκὼς ἔσῃ τὸν ἡμερώτατον Σύροις. ἐπαινῶ δὲ ἐντεῦθεν αὐτόν, οὐχ ὡς οὐκ ἔχοντα καὶ γένος, ἐπεὶ καὶ λό- γους καὶ δύναμιν ἐν πόλει καὶ τἄλλα οἷς ἄν τις εἴη λαμπρός, [*](3 VI γ', σνδ'. Va ς', ξη'. Vo ς', ξη'. S γ', ς'. Vi [σογ']) [*](1 cf. ep. 580 4 Sievers 286, 4. Seeck 85. 334 sq. 5 Seeck 281 6 cf. ep. 563 14 Anatolium cf. Seeck 63 not. 1 16 cf. ep. 563. Seeck 234) [*](2 Μὲν VoSViD οὐκ Lamb Rich | ἀντιδίδως scripsi e V sed ντι in πο corr et ς add m5, VaVo W Vind cum Dorvillio (Wolf Add 862) ἀποδίδως SViD ἀντεδίδως edd 6 γε] μὲν Re 7 ἐσίγας Vi 8 συνησθῆναι scripsi e V sed e συνήσθην corr m4, ut coni Re συνήσθην VaVoSVi Wolf 9 τούτω scripgi e V τοῦτο VaVoSVi Wolf | τε post εὖ VaVo Wolf delevi eum Re 10 αὐτὸν libri Wolf | τε inserui e V om VaVoSVi Wolf) [*](14 ἀλλ᾿ ὡς θ’ Va | πρὸς S Wolf 16 τούτων VoSVi Wolf | διαλέξῃ scripsi διάλεξε VVa διαλέξαι VoSVi Wolf | τουτωνὶ S 17 τὸ Va 18 ἔχων V sed ων corr m5, Va | καὶ(1) inserui e VVa om VoS Vi Wolf | καὶ γένος ante καὶ λόγους repet Vi)

530
ἀλλ’ ὅτι τῇ τῶν τρόπων ἡμερότητι πλέον ἢ δι’ ἐκείνων ἧκεν εἰς ὄνομα καὶ διὰ τοῦτο ζῇ τε ἐν πλούτῳ πολλῷ καὶ φίλτρῳ πλέον.

δεήσῃ δὲ οὐ πολλῶν μηνῶν εἰς τὸ ταὐτὰ ψηφίσα- σθαι περὶ τοῦ ἀνδρός, ἀλλ’ ἢν συμμίξας ἀκούσῃς τε φθεγγο- μένου καὶ αἰδούμενον ἴδῃς, ἀεὶ γὰρ τοῦτο ποιεῖ, τὸν μὲν ὅτι τοιοῦτός ἐστι θαυμάσῃ τοὺς δὲ ἔχοντας αὐτὸν εὐδαίμονας ἡγήσῃ.

[*](W 478)

φξγ΄.

Ἀνατολίῳ. (357)

Εἰ καὶ μή, ὅτε ἐβουλόμην, ἔτυχον ὧν ἐπεθύμουν, ἀλλ ὧν γε ἐπεθύμουν ἔτυχον. γράμματα γὰρ σὰ πάλαι μὲν εἶχον ἂν εἰκότως, ὀψὲ δὲ ἔχω. καί με ἔπαυσας λυπούμενον, ὃν μὴ λυπηθῆναι τὴν ἀρχὴν σὺ ἦσθα κύριος.

ἐξεῦρες δέ πως καὶ τούτου παραμυθίαν. ὁ γὰρ ταχέως οὐ δεδωκὼς ἔδωκας τῇ βραδυτῆτι τὴν ἀπὸ τοῦ φέροντος χάριν. Σπεκτάτος γὰρ ἦν, οὗ μεῖζον ἐμοὶ μὲν οὐδὲν ἢ σύ, σοὶ δὲ ἴσως οὐδέν.