Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εἰκὸς μὲν ἥκειν ὡς ὑμᾶς λόγον τῶν ἔργων, οἷς εἰς ἐμὲ κέχρηται Μαιορῖνος οὑτοσί· ὑμῖν τε γὰρ ἐπιμελὲς μηδὲν τῶν ἐμῶν ἀγνοεῖν τά τε τούτου τοιαῦτα περὶ ἡμᾶς, οἷα φή- μην ἂν ποιήσαι, κωλύει δὲ οὐδὲν καὶ παρ’ ἐμοῦ λεχθῆναι.

οὗτος γενόμενος ἐξ ἐνδόξων, τὴν γὰρ δὴ μεγίστην ἦρξεν ἀρχὴν ὁ πατὴρ αὐτοῦ, καὶ φοιτήσας ἐπὶ λόγοις οὐ παρὰ [*](14 VI γ', σνβ. Va ς', ξς'. Vo ς, ξς'. S γ', δ'. Vi [σοα']) [*](8 cf. epp. 550—558. Seeck 197 15 Sievers 137 not. 22; 62 not. 2. Seeck 71. 334 17 cf. ep. 1510) [*](1 τοῖς scripsi e V sed ras 2 litt post ς, D ut coni Re τοῖσ- δε VaVo Wolf 3 πρὸς D | δι’ Va 6 γε libri corr Wolf 8 σοι V sed οι ex υ corr m2 | αὐτὸ VVoD 9 ὅτι libri Wolf) [*](11 τὸ V 17 μαιόρινος VVaVo Wolf μαιόριος S μαλόριος Vi | οὗτοσ ἐστὶν· Va Vo sed in hoc in οὑτοσὶν corr m4 οὗτος Vi περὶ Wolf 18 πρὸς V sed ρὸς del m1 et περὶ del m4 19 ποιῆ- σᾶι VVi 20 δὲ post τὴν eras V 21 αὐτοῦ scripsi αὐτῷ libri Wolf)

526
φαῦλον σοφιστήν, ἐπειδὴ ἥκων ἔδειξα λόγον, εὐθὺς ἑάλω καὶ τὸν μὲν οὐκ ἠτίμασεν, ἐμὲ δὲ ἐθαύμασε καὶ προσιὼν καὶ συνὼν καὶ φιλῶν καὶ ἐπαινῶν καὶ συμπράττων εἰς αὔξησιν τοῦ ποιμνίου, καὶ πάντα μὲν λέγων, πάντα δὲ ποιῶν ὑμῶν τε τῶν τὰ ἡμέτερα ἑλομένων οὐ χείρων τῶν τε ἐνταῦθα πολλῶν ἐφάνη βελτίων.

ἐπιτιμώντων δὲ ἐνίων αὐτῶ τὸ τὸν οὐ διδάσκαλον πρὸ τοῦ διδασκάλου ποιεῖσθαι τόδε φαυλότερον ἴφη πρὸ τοῦ βελτίονος τίθε- σθαι τῶν καλῶν ὑμῖν εἶναι δοκεῖ; τοιούτοις ἀπήντα πρὸς αὐτοὺς λόγοις καὶ ὡς ἀδικοῖεν αὑτὸν σπλάγχνων, φασί, ποιοῦντες μὴ φαγεῖν.

ἔστι δὲ καὶ ὅλως ὁ νεανίσκος άγα- θός, οὐχ ἕτοιμος εἰς ὀργήν, βέβαιος εἰς φιλίαν, εἰδὼς ποιῆσαι τὸ ὄντα ἐλάττω τοῦ βοηθῆσαι γνωρίμοις. οὐ γὰρ ὅσον φύλλον ἀπ’ ἐλαίας, φασίν, ἀλλ’ ὅσοις ἄν τις γένοιτο πλούσιος, τοσού- τῶν ἀφίσταται λύων ἀκαιρίαν ἑταίρων· φροντίζων δὲ ἐν οἷς δεῖ φροντίδος οὐ φεύγει τὰ φέροντα τῇ γνώμῃ τέρψιν. ὅστις δὲ αὐτῷ συγγένοιτο καὶ μικρά, κατέχεται τῇ τε πρᾳότητι καὶ χάριτι τῶν τρόπων.