Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

νέων δὲ ὅσοι πένητες, διὰ τοῦτον οὐ πένητες· τὰς γὰρ ἐνδείας τῶν περὶ τοὺς λόγους ὅπως τε μὴ ἀγνοήσει ποιεῖ καὶ ὅπως λύσει φροντίζει.

πρεσβεύειν δὲ οὐκ ἐγνωκώς, ἤδη γὰρ ἐντετυχήκει τῷ βασιλεῖ μέλλων θήσειν τὰ Ὀλύμπια, τὸν θεῖον τὸν ἐμὸν ἀπαλλάττων τοῦ πόνου τὸν πόνον ὑπέστη.

οἷς ἂν οὖν ἐχρήσω πράγμασιν ὑπὲρ ἐκείνου παῶν αὐτῷ [*](14 cf. ep. 550 16 cf. ep. 550) [*](1 ἀκήκοεν V sed ν eras 4 ἶσον VoVi | τί VoVind | πέποι θας Vi 6 τοῦθ’ V sed θ’ e τὸ corr m5, Vind Wolf Cent 7 οὕτως Va Vo οὕτω Vi 8 καὶ ἐπεὶ καὶ Vo | τὰ— 9 ἀνθήψατο praemissis verbis ἐφάπτομαι γενικῇ καὶ ἀνθάπτομαι, ὡς Λιβά- νιος citat Lacapenus de constr. verb. ed. Hermann de emend. rat. gramm. 362, 21 | τὰ om S | ἐπιθυμίᾳ V sed ίᾳ ex εῖ corr m5) [*](9 αὐτῶν V sed ex αὖ τὴν corr m5 αὑτῶν Vi | τοῦ V sed e τῶ corr m5 10 ἀπομείζονος Vi | οὕτως Vi 11 τί VoS Vind | ᾖ scripsi e VVoSViVind ἦν Va Wolf ed χρηστόν, ἦν Cent) | καὶ om ViVind Wolf Cent et delendum censet aut ἱλαρὸς ἦν inserendum Re | ἑταίροις S 12 τὸ SVi | κέκτηται V sed τ (1) in ras m5 13 τί VoSViVind 15 ἀγνοήσει et 16 λύσει scripsi e V sed ει in ῃ corr m5, Vind ἀγνοήσῃ et λύση VaVoSVi Wolf 16 ἤδει Vi 17 μέλλοντι S 19 οὖν ἂν Vind)

518
συμμάχους τοὺς ἐν τέλει, ταῦτα τούτῳ δὸς ἄγειν· ὡς, ἂν οὗτος ἐκεῖ πράξῃ κατὰ νοῦν, ἡμῖν ἐνθάδε μέγα φρονεῖν ὑπάρξει.

[*](W 467)

φνγ'.

Ἀνδρονίκῳ. (357)

Εἰ λέγοιμί σοι, τίς τὸ γένος ὁ Λητόιος καὶ τίς τοὺς τρόπους καὶ τίς πρὸς ἐμέ, διδάξω σέ ποτε καὶ περὶ σαυτοῦ· τοῦτον γὰρ οὐ χεῖρον ἢ σαυτὸν οἶσθα σύ.

διὸ δὴ λέγε μὲν αὐτὸς ὑπὲρ αὐτοῦ πρὸς ἄλλους, πυνθάνου δὲ αὐτοῦ περί τε ἐμοῦ καὶ τοῦ θείου πάνυ γὰρ οἶδε τά τι ἐμὰ πράγματα καὶ τὴν εὐπραξίαν ἐκείνου.