Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Καὶ τὰ δοκηθέντα ἐτελέσθη· μεταθέντα γὰρ εἰπεῖν ἀληθὲς ὡς οὐκ ἔσθ’ ὅστις οὐκ ἤλπισε τὴν παροῦσαν ἀρχήν· οὕτως οὐκ ἀλλοτρίων ἅπτῃ τῶν νῦν, ἀλλ’ ἀκριβῶς ἐδέξω τὰ σαυτοῦ, καὶ μέγα πάντες ἐβόησαν ἄνθρωποι μακαρίζοντες μὲν ὧν ἐπιστατεῖς, ἐπαινοῦντες δὲ τὸν ἐπιστήσαντα, συγχαίροντες δὲ σοὶ τοῦ λαβεῖν ἀφορμὴν πρὸς ἐπίδειξιν τῆς ἀρετῆς. [*](1 VI γ', σμα'. Va ς', νδ'. Vo ς', νδ' 12 VI γ΄, σμβ΄. Va ς', νέ. Vo ς', νε΄) [*](2 Seeck 135. 333 10 Plat. soph, p. 231 E; Phil. p. 41 B 11 cf. ep. 300 13 Seeck 62 sq. 334 14 Eur. Alc. 1161. Med. 1417. Hel. 1690. Androm. 1286. Bacch. 1390) [*](7 καὶ(1) inser V5 8 τὸ VVo sed ὁ in ῶ corr V5Vo | καὶ post σε V sed eras 9 ἐδόκει σὸν scripsi auctore Re δοκεῖ σοι libri Wolf 15 ἀληθὲς ὡς scripsi e V ἀληθὲς Va ἄηθες Vo Wolf qui ἀηδὲς coni 16 τὰσ αὐτοῦ Va 17 καὶ μέγα — 513, 5 ἐπέρχεται iterum in ep. 652 post ἐθέμην (p. 615, 10) paucis mutatis (17 βοῶσι ἄνθρωποι; 513, 2 ἐν προοιμίοις om; 3 χρῶνται — 4 διηγοῦνται om) praebet S (et Laur. LVII 47) 18 ἐπιστήσαντα Bcripai cum Re ἐπιστατήσαντα libri Wolf 19 σοὶ τοῦ V sed ὶ in ras et ου ex ων corr m4 | τὴν ante ἐπίδειξιν Wolf delevi)
χάριεν δὲ ἐκεῖνο τῶν πολλῶν· ὄντος γὰρ ἔτι σοῦ τῆς ἀρχῆς ἐν προοιμίοις οὐχ ὡς ποιήσοντος πολλὰ ἀγαθὰ τὰς πόλεις, ἀλλ’ ὡς ἤδη πάντα πεποιηκότος χρῶνται τοῖς λόγοις καὶ περὶ τῶν ἐσομένων ὡς ἤδη τετελεσμένων διηγοῦνται· τοιαύτη δόξα τὴν οἰκουμένην ἐπέρχεται.
τῶν δὲ ἡδομένων μάλιστα ὦν αὐτὸς οὐκ ἐγενόμην τῶν λαβόντων ἐπιστολήν, ἀλλ’ εἷς ἦν τῶν λεγόντων῾ ἥκει τῷ δεῖνι γράμματα καὶ τὸν δεῖνα ἐτίμησε γράμμασι. καὶ ἴσως εἰκότως τόδε ἐπράττετο· τῷ γὰρ ἀξιῶ ματι προσήκει τὸ φρόνημα ἀντίπαλον εἶναι.