Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὐκ ἔστιν ὅτε οὐ προσιόντες ἐδεήθημεν, ὅπως σοί τι γένοιτο τῶν περὶ τὸν χαλκὸν δικαίων, ὁ δὲ οὐκ ἀίοντι ἐοι- [*](6 VI γ', σλθ'. Va ς', να'. Vo ς', να' 17 Vii β', ς'. Va ς', νβ'. Vo ς', νβ') [*](5 cf. ep. 225 7 Sievers 84 not. 81. Seeck 281. 333 9 cf. ep 544 11 Seeck 262 18 Seeck 171. 333 20 Il. ψ 430) [*](1 ὑμῖν repoBui e Libris ἡμῖν Wolf 2 ὑμῖν Re 3 ἔπρεπεν Va 5 Βασσιανῆς scripsi coll ep. 226. 230 βασιανῆς libri Wolf | sequi- tur ep. 646 in F 8 τὸ(1)] τῶ Va 12 τούτῳ (sc. σχήματι) scripsi τούτοις libri Wolf τούτων τῷ ἀξιώματι coni Re | λείποιτο V sed ει ex ι corr m4 | ταύτῃ V sed in ἔτι τὲ corr m4 13 δοκεῖ Va) [*](14 τι παρέχειν scripsi τε (τὲ Vo) παρέχον (sed ο ex ω corr V4) libri Wolf 16 δὴ inserui e V om VaVo Wolf 16 se- quitur ep. 647 in V 19 προσιόντες scripsi auctore Re προσ- ιόντος libri Wolf | σοὶ τί VVo 20 δ’ Va Wolf)

511
κὼς ἐκάθητο. τοῦ δ’ οὕτως ἐσχηκέναι πρὸς ἡμᾶς, ἐπειδὰν ἥκῃς, ἀκούσῃ τὰς αἰτίας.

νῦν δὲ τοῦ παιδὸς ἀφιγμένου πάλιν ἐποιησάμην πεῖραν· ὁ δὲ ἀμείνων ἦν ἢ πρόσθεν καὶ παρεῖχεν αὑτὸν εἰς τὸ μανθάνειν καὶ ἤκουε περὶ τῆς σῆς φύ- σεως καὶ πόσα ἴτη γεγονὼς ἔλθοις Ἀθήναζε καὶ δόξαν ἣν αὐτόθι κτήσαιο καὶ λόγους οὓς δείξαις.

καὶ προιὼν ἔλεγον τὰς πρὸς τὸν ἐπίτροπον δίκας, τὴν ἔφεσιν, τοὺς δευτέρους ἀγῶνας ὅσα τε ἐκακουργήθης ἁπτόμενος θρόνου καὶ τὴν τοῦ δόξαντος κρατεῖν ἐν τοῖς γάμοις τελευτὴν καὶ ὡς ταῦτά σοι προηγόρευε Κάλχας. ὁ δὲ ἐθαύμασέ τε καὶ καλεῖν ἐκέλευσε καὶ ἔπεμψεν ὅσα ἐξῆν, ὡς τά γε μείζω βασιλεὺς ἐκώλυσε γράφων.

φάνηθι δὴ μετὰ λόγων πολλῶν. δῆλον δὲ ὡς, ὅσους ἂν κομίζῃ, οἴσεις καλούς, καὶ μετ᾿ ἐλπίδων ἀγαθῶν ἰών, τεκμαί. ρομαι γάρ, ὧν ἂν εὔξαιο μείζω λαβὼν ἄπει.