Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἄρα μου φεύξῃ καὶ τὴν ἐπιστολὴν καὶ τοὔνομα τοῦ 15 πέμψαντος εὑρὼν ἀπορρίψεις, ὡς ἡμᾶς γε τὴν πρώτην ἰδὼν ἡδέως ἔφυγες προιών; τὴν δὲ αἰτίαν, ὑφ’ ἧς τοῦτο ἐποίησας, οὐκ ἂν εἴποιμι πρὸς ἄλλον, ἐπειδή σε φιλῶ, καίτοι τινὰ ἅκ- [*](6 VI γ', σλς'. Va ς', μζ'. Vo ς', μζ' 13 Vi γ', σλζ'. Va ς', μη'. Vo ς', μη'. S α', ξβ'. Vi [ σθ']) [*](4 Antiochum cf. ep. 541. Seeck 76 7 cf. ep. 540. Seeck 76. 333 14 Seeck 135. 333 18 sq. Philem. com. Ἀδελφ. fr. IV 4, 1, 14 M (II 479, 4 K)) [*](1 τότε Va | τε inser V 5 8 Ὄντως Re 9 ἐπεὶ Va 10 τι libri corr Wolf 11 μεταπέμπει V 14 τῷ αὐτῷ (i. e. Δημητρίῳ) S δημητρίω Vi 15 καὶ (1) om Vi 16 ἀπορρίψεις reposui e libris ut coni Wolf Re ἀπορρίψαις Wolf 18 καίτοι—508, 1 φέροι praemissia verbis ἀκκισμὸς ἡ προσποίησις, καὶ ἀκκίζομαι τὸ προσποιοῦμαι. Λιβάνιος ἐν ἐπιστολὴ citat Thomas Mag. s. v. ἀκ- κισμὸς p. 15, 11 R 18 εἰ καί τινα Thom | τινὰ V sed e τίνα corr m4 | ἀκκισμὸν scripsi e V sed ex ἀκουσμὸν corr m4, S Thom αἰκισμὸν Vi κόσμον VaVo Wolf)
κατηγορεῖς Γε, ὡς ἀκούω, τὸ συνόντα με τοῖς νέοις πρὸς τοὺς νέους ὡς μάλιστα τετάσθαι, τῶν δὲ ἄλλων ἀμελεῖν. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ τοῦτο οὕτως ἐπράτ- τετο, πονηρὸν <ἐμὲ> καλεῖ ὁ γάρ τοι παιδευτὴς ἐν τῷ καθήμενος, εἰ περιστησάμενος τὸν χορὸν ἐπ’ ἄλλο τρέποιτο, δίκην ὀφείλων ἴστω.
σὺ δὲ ὃν στρυφνὸν εὗρες ἐν τῷ δι- δασκαλείῳ, τοῦτον εὗρες ἂν ἑτέρωθι καὶ γελᾶν εἰδότα. ἀλλ’, οἶμαι, καλῶν ἄγριον ἐμὲ καὶ χαλεπὸν αὐτὸς οὐχ ἡμέρου τοῦτο ἐποίησας τὸ κακίσαι τε ἐφ’ οἷς οὐκ ἄξιον καὶ πρὶν ἀσπάσασθαι ἀπελθεῖν.
ἀλλὰ καὶ παῖδές εἰσί σοι καὶ τὸν πατέρα μιμού- μενοι λόγων ἔχονται καὶ τάχα δὴ βαδιοῦνται παρ’ ἡμᾶς. ἐν- θυμοῦ δή, πότερόν σοι λυσιτελεῖ τὸ τοιαῦτα ἐγκαλεῖσθαι τὸν ἐκείνων διδάσκαλον ἢ τὸ παίζειν ἀντὶ τοῦ φροντίζειν.