Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Νῦν ἡμῖν τε ὑπὲρ τῶν μεγίστων ἡ σπουδὴ καὶ σὺ βου- ληθεὶς τὰ μέγιστα ἔση δεδωκώς. τῷ δὲ αὐτῷ καὶ ἡμᾶς ὀνή- σεῖς καὶ σαυτὸν κοσμήσεις· τὸ γὰρ ἀδικουμένοις βοηθεῖν τοὺς μὲν ἀπαλλάττει τῶν κακῶν, τῷ δὲ ἀπαλλάξαντι τὴν ἀμείνω δόξαν φέρει.

σκόπει δὲ ὅσα σε παρακαλεῖ πρὸς τὸ συμ- μαχεῖν. ἕλκεται παρ’ ἀνδρῶν Ἀπολινάριος εἰς Ἰταλίαν πολλὰς πόλεις ἐδηδοκότων, ὅπως καὶ τοῦτον καταπίοιεν. τοῦτό σε πρῶτον κινείτω· χρηστὸς ἁνὴρ καὶ τῶν γένει σεμνυνομένων καὶ τῶν ἐν λόγοις ὄντων. τρία ταῦτά σε ἐπ’ ἐκείνῳ προτρε- πέτω.

φίλος ἡμῖν πάλαι μὲν ἀρξάμενος, ἀεὶ δὲ τῷ φιλεῖν προστεθεικώς. τοῦτ᾿ ἐκείνων παρὰ σοὶ κριτῇ μεῖζον. ἄκουε δὴ καὶ τὸ μέγιστον· Κυρίνου γὰρ ἀδελφός, ὃς ἐν ταῖς ἀρχαῖς τὰς σὰς ἐμιμήσατο χεῖρας εἴσω ·μὲν αὐτὰς ἔχων, προτείνας δὲ οὐδαμοῦ.

οὗτος ὁ Κυρῖνος δύο μὲν ἐν τῇ ψυχῇ φυλάττει συνεχεῖς φροντίδας, ἐμέ τε καὶ τὸν υἱόν, μέλει γὰρ αὐτῷ τοῦ μέν, ὅπως λήψεται λόγους, ἐμοῦ δέ, ὅπως δόξω κρατεῖν ἐν λόγοις. ὁρῶν δὲ τὸν ἀδελφὸν ἐλαυνόμενον τὴν μόνην μὲν οὐκ ἠγνόησεν ἐλπίδα, τὴν σὴν ἀνδρίαν, γράμματα δὲ πέμψαι μὲν [*](4 VI γ', σλ'. Va ς', μα'. Vo ς', μά. S α', κ'. Vi [(??)δ']) [*](2 cf. ep. 566 5 cf. ep. 526. Seeck 63. 332 11 Seeck 79) [*](12 Arist. ran. 1466 17 Seeck 250) [*](1 δὲ scripsi e VaVo ut coni Re τε V Wolf 5 τῶ αὐτῶ (i. e. Στρατηγίῳ) Vi 6 ἡ σπουδὴ inter V5 8 ἀδικουμένους Va 13 ἀνὴρ scripsi ἀνὴρ libri Wolf 14 ἐκείνῳ scripsi e VS ut coni Re ἐκείνω Vi ἐκεῖνο VaVo 15 τὸ Va 16 ἐκείνων scripsi e VSVi ἐκεῖνο VaVo ἐκείνου Wolf 22 δὲ inser V2 Vo4 om Va 23 ἀνδρείαν VaVo Wolf)

504
ἐκέλευσεν ἐμέ, πέμψαι δὲ ὤκνησεν αὐτὸς ‘ὲν τοῦτο μόνον ἁμαρτάνων, ὅτι ῥήτωρ ἐστὶν ἄτολμος.

σὺ δὲ καὶ τοῦτο αἰδεσθεὶς αὐτοῦ καὶ τἄλλα ἐνθυμηθεὶς ζήλωσον πρὸς τὸν ἀδελφὸν τούτου τὴν τούτου πρὸς ἐμὲ σπουδήν.