Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἄλλοις μὲν ἄλλος φιλοτιμεῖται, Σευῆρος δὲ τῷ φίλος ἐμὸς εἶναι. καὶ δῆλον ὡς εὐθὺς ἥκων πρὸς ὑμᾶς τοῦτο κη- ρύξει.

ἔδεισα δὴ μὴ τὸ μὲν ἀκούων, γράμματα δὲ ἐμὰ διὰ τοῦ ταῦτα λέγοντος οὐ λαβὼν ἢ ψεύστην ἐκεῖνον ἢ κακὸν ἐμὲ περὶ τὸν φίλον ἡγήσῃ. τί γὰρ ἂν αὐτὸν ἠδίκησα μεῖζον ἢ τῆς σῆς ῥοπῆς ἀποστερῶν; τὸ γὰρ μὴ δοῦναι παρὸν εἰς τὸ ἀποστερεῖν ἔγωγε ἂν θείην.

ὧν μὲν οὖν δεῖται, τῶν πάνυ ῥᾴστων ἐστί· φοβοῦμαι δὲ μὴ τοῦτό σε κωλύσῃ συμμαχεῖν, ὡς πρέπον σοι τὴν ῥώμην ἐν μεγάλοις δεικνύειν. ἀλλ’, ὦ δαιμόνιε, χάριν ἐμὴν ἅψαι καὶ τῶν μικρῶν.

φκζ΄.

[*](W 441)

Ἱέρακι. (356)

Φιλῶ γὰρ ἐμαυτὸν καὶ διὰ τοῦτο σὲ φιλῶ καὶ φιλεῖν ὁμολογῶ, ὡς ὅστις σε εἰδὼς οὐ φιλεῖ, δοκεῖ μοι μισεῖν αὑτόν. Κυζικηνῶν δὲ τὴν ὁρμὴν ἐπαινέσας μέμφομαι τὴν μεταβολήν. τὸ μὲν γὰρ εἰς τὸν κύκνον ἰδεῖν καλόν, τὸ δὲ τῷ κολοιῷ δοῦναι χώραν οὐ καλόν, ἀλλ’ ἀτεχνῶς τὸ Ἀριστοφάνους· ὁ Θέογνις ἀντ’ Αἰσχύλου. γράμματα δὲ πρὸς οἷα οἷα φῄς οὐχ ἧκεν, εἰ δ’ ἔλθοι, τὸν φίλον ὄψει, τῇ γυναικὶ δέ, [*](1 VI γ', σκά. Va ς', λβ'. Vo ς', [λβ']. S ε', λα' 13 VI γ', σκβ'. Va ζ', λγ'. Vo ς', λγ') [*](2 cf. ep. 535, Sievers 76 not. 34. Seeck 63. 332 3 cf. ep. 526. Seeck 276 14 Seeck 175. 332 18 Salzmann 82 19 sq. Arist. Ach. 10 cf. ep. 439) [*](3 σεβῆρος V σέβηρος Va 4 ἐμοὶ S | παρ’ V 5 δὴ V sed η ex ε corr m4 6 ἐμὲ κακὸν S 9 ὦν V sed ἃ suprascr m4) [*](10 κωλύσῃ V sed ῃ in ras m5 κωλύσει S 16 μοι reposni e libria με Wolf 18 τὸ(2)] τῶ Va 19 τὸν V 20 ὁποῖα Vo Wolf 21 ἔλθοι V sed θ in ras m5)

498
ἥν, ὅτι αὐτῆς ἐπιμελῇ, μακαρίζω. πέπρακται γὰρ ὧν ἔχρῃζε τοῦ παιδὸς εὑρόντος ἕτερον σύμμαχον.