Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἔρχεται μὲν εὶς Ἰταλίαν Ἡλιόδωρος, τῆς αὐτοῦ δὲ ὁδοῦ τῶν ἐν τῇ γῇ τὸ κάλλιστον ὄψεται τὴν ὑμετέραν πόλιν. ζητῶν δὲ τῶν ἐν αὐτῇ τῇ πόλει τὸ κάλλιστον ἄγεται παρὰ σὲ διὰ τῆς ἐπιστολῆς, ὃς καὶ τῇ πόλει δίδως τῶν ἄλλων κρατεῖν.

τὸν δὲ ἄνδρα, κἂν ἐπείγηται, δίδαξον, ὅστις εἶ, δίκαιον ὄντα μὴ τὸν σὸν ἀγνοεῖν τρόπον. πάντως δέ, ὅ τι ἂν φθέγξη πρὸς αὐτόν, θαυμάζοντα ἀποπέμψεις.