Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἡμῖν τε, ὡς ἔοικεν, ἀεὶ πράγματα ἐκ τῶν Σευήρου τρό- πων ἀναφύεται σοί τε ἀπαλλαγὴ τῶν παρ’ ἡμῶν περὶ τούτων οὐκ ἔσται γραμμάτων. ὁ γὰρ ἄνθρωπος ἀτεχνῶς ὕδρα, κἂν τέμῃς τὴν κεφαλήν, ἑτέρᾳ μαχῇ κεφαλῇ, κἂν ταύτης κρατῇς, ἐντεύξῃ τρίτῃ.

καί μοι δοκεῖ κἂν ἀποθνήσκων παραινέσαι τοῖς κληρονόμοις μεμνῆσθαι Κλεοβούλου, καὶ οὐκ ἀπορήσειν χρημάτων, ἐπεὶ καὶ νῦν βοᾷ μὲν Ἀλέξανδρος, κεκίνηκε δὲ ἐκεῖνος, καὶ τὸ ὑπόδημα ἄλλος μὲν ἔρραψεν, ἄλλος δὲ ὑπε- δήσατο.

δεῖ δὴ τῶν Γύγου χρημάτων ἡμὶν, εἰ μέλλοιμεν ἑκάστῳ δώσειν τῶν βουλομένων λαβεῖν. ἀεὶ γὰρ ὁ βουλόμενος [*](7 Vi α΄, λγ΄ Vo α΄, λη. S γ, (??). Vi ρπγ. pr) [*](1 cf. ad t. V 67, 12; 339,14 | ep. 264. 798. t. II 210,9. Ar. ran. 991 8 Sievers 84 not. 85. Seeck 108 9 cf. ep. 67 p. 67, 3. Seeck 276 11 cf. ad t. IV 292. 16. ep. 206. Plat. rep. IV p. 426 E 15 Seeck 54 V) [*](1 μελιττίδου Vi | τὲ V Vo δὲ Wolf 2 τὸ Vo sed e τῶ corr m 2 τῷ pr | καθήιρησ V sed σ corr m 4, ut videtur, ex ι κα- θάρῃς S Vi edd cf. ep. 41. t. III 304, 10. V 431, 12 9 σεβήρου V sed β in ras m 5, SVi cf. p. 52, 5 et epp. 65—67 12 τέμνῃς Vi | μαχῇ scripsi cum Re μάχη V VoS edd μάχη Vi | κεφαλὴ Vo sed ~ e ` corr m 2 16 καὶ inserui e V Vo sed in hoc inser m 3, cum Re om SVi edd 11 δὲ Wolf)

52
ἔστᾶι καὶ νῦν μὲν Ἀλέξανδρος εἰσπράττει, μικρῷ δὲ ὕστερον Ἀντίπατρος ζητήσει καὶ Παρμενίων. Κλεοβούλῳ δὲ τῷ δι- δασκάλω τοσαῦτά ἐστιν, ὅσα τὸν ἄνδρα ποιεῖν μὲν ἀγεννὲς οὐδὲν καταναγκάξει, ζημίας δὲ ἀδίκους εὐχερῶς φέρειν οὐκ ἐᾶ.

τὸν οὖν ὧν συνέθετο πρὸς ἡμᾶς ἐπιλελησμένον Σευῆ- ρον ἀναμίμνησκε τῶν συνθηκῶν δεικνὺς ἅμα τὸ δεσμωτή- ριον, ὃ δικαίως ἂν οἰκοίη μὴ τ.ῖς ὁμολογίαις ἐμμένων. καὶ γὰρ ἄτοπον τοὺς μὲν τῇδε παρ’ ἡμῶν πεπεῖσθαι τοῦθ’ ὅτι Κλεάρχῳ γνώμη τέ ἐστι τιμῶσα τὰ δίκαια ῥώμη τε ἀρκοῦσα τὰ δίκαια βεβαιοῦν. σὲ δὲ ἀμελῆσαι φίλων ἠδικημένων καὶ καλούμενον ὥσπερ Ἡρακλέα σύμμαχον εἶτα φανῆι βοήθειαν συκίνην.