Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐξέμηνε τὴν πόλιν ἡμῖν εἰς σοφίας ἔρωτα Θεμίστιος σιγῶν μὲν οὐδαμοῦ, πανταχοῦ δὲ λέγων, καὶ λέγων οἷα τοῦτον ἦν εἰκὸς λέγειν, ὥστ’ εἰ μὴ τάχιστα ἀπῆρε, κἂν μετέστησε τὴν βουλὴν ἀπὸ τούτων ἐν οἷς νῦν ἐστιν ἐπὶ τὸν αὑτοῦ βίον.

ἐμὲ δὲ ἀναμνήσας τῶν παλαιῶν ἐκείνων πραγμάτων εἰς δάκρυα κατέστησεν, ὃ ἐγὼ τὴν πατρίδα ποθῶν ἴτ’ ὢν παρ’ ὑμῖν οὐδε- πώποτε οἶδα παθών. ἔχει δέ μοι καὶ τὸ σῶμα οὕτως ὥστε ἐλεοῦμαι μὲν ὑπὸ τῶν ἄλλων, ζημία δέ μοι τὸ μὴ τεθνάναι. καὶ πολλὰ μὲν ᾄδεται τῶν νοσημάτων αἴτια, δεῖ δὲ φέ- ρειν ἀφέντα ζητεῖν, ὅθεν ἐστίν. οὐδὲ γὰρ ἐζητοῦμέν τι ῥᾷστον εἴρειν.

σὺ δὲ οὐ γράψας προσέθηκας τοῖς κακοῖς. [*](7 VI γ΄, σιγ'. Va ς', κε'. Vo ς', κέ. S δ', μθ'. Vi [σζ']) [*](1 Il. δ 320. cf. ep. 338. 1431 8 Sievers 238, 3. Seeck 86. 331) [*](1 τὸ libri corr Wolf | τοῖς δὲ] „aut τοῦδε aut τοῖς δὲ σοῖς α Re 2 ὡμιλοῦμεν scripsi e VVo sed in hoc ω in ras m4, ut coni Re ὁμιλοῦμεν VaS Wolf | ὀρθῶς ἡμᾶς D 3 εἴη VVaVo sed in ᾔει corr V4V5 4 δ᾿ D 6 ὧν D sed ὃν in marg 8 ἰοβιανῶ SVi 11 εἰκὸς τοῦτον ἦν Vi 12 αὐτοῦ libri Wolf) [*](13 γραμμάτων Vi 14 ἔτ᾿ inserui e V om VaVoSVi Wolf | οὐδὲ πώ(ῶ Vo) ποτε VVoVi 15 ἔχει Vi 18 οὐ SVi | τοῦμέν scripsi εἰ ζητοῦμεν V sed εἰ in ras m 4, „aut εἰ del. aut legendum ἐζητοῦμεν aut denigue εἰ ἐζητοῦμεν, ἐζητοῦμεν“ Re | τι ῥᾷστον εὑρεῖν scripsi τί ῥᾷστον εὑρεῖν V sed τί in ὅ, τι corr m4, Vo ῥᾷστον τι εὑρεῖν Va Wolf εὑρεῖν τί ῥᾶστον S Vi)

493
εἰ δὲ τοῦτο λέγοις, ὡς ἀντὶ γραμμάτων ἥκει Θεμίστιος, ἀκούσῃ· τί δ’ ἂν ἦν μᾶλλον πρέπον γράμμασι Θε μιστίου;