Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἢ παίζειν ἔοικας ἐν τοῖς γράμμασιν ἢ τὸ πᾶν ἀγνοεῖν, πρῶτον μέν, εἰ νομίζεις τὸν σαυτοῦ θεῖον θείου τι πρὸς σὲ ποιήσειν· ἔπειτα, εἰ δι’ ἡμᾶς. ἐμοὶ γὰρ οὑτοσὶ χαλεπώτερος γέγονε τῶν παρ’ ἡμῖν χαλεπῶν καὶ κακῶς ὅσα δύναται ποιεῖ· δύναται δὲ πολλὰ καὶ πλουτεῖ· τὸ ὁ ὅθεν, ἴστε.

ἔσχε δὲ πρὸς ἐμὲ δυσκόλως ἀπὸ τοῦ μὴ παρὰ σοῦ τυχεῖν ὧν ἐπέ- ταττεν. ἐγὼ μὲν γὰρ οὐδ’ οὕτως ἐπαυόμην φιλῶν, ὁ δ’ ὅτι σε μὴ μεταβαλὼν ἐμίσουν, μισεῖν ᾠήθη με δεῖν.

σὺ δ’ εὖ τι παθεῖν παρ’ ἐκείνου ζητῶν λύκου πτερὰ ζητεῖς· ἐπεὶ καὶ νῦν ὁ Θεμίστιος, ᾧ τί παραπλήσιον εἴποις ἄν; οὗ φθεγγομένου [*](4 Vi γ', σι΄. Va ς', κβ'. Vo ς', κβ'. S α', κβ'. Vi [(??)ς']. Vind D δ΄. Benzel. Lib. epp. n. XVI) [*](5 cf. ep. 606. Sievers 68 not. 32. Seeck 72. 331 14 cf. ep. 1184. 1361. Salzmann 78 16 Sievers 239,2) [*](1 δὲ inserui e VVa om Vo Wolf | ἐκείνου scripsi e coll Xen. Cyrop. I 6, 6 ἐκείνῳ Vo Wolf 2 ἀτυχήσει reposui e libris ut coni Re ἀτυχήσεις Wolf | ἱστᾶι scripsi coll t. I ἕσεσθαί V ἕπεταί VaVo Wolf ἐπέσται Re | δὲ δεῖ scripsi δεῖ V sed in δεῖ δὴ corr m 4, Va δεῖ δὴ Vo Wolf καιρῶν V sed ῶν in ὂν corr m 4 5 τῶ αὐτῶ (i. e. Ἀνδρονίκῳ) D ἀνα- γρ εἶτα τολίω Vi 7 νομίζοις Vind | τί Vind τὶ ViD 8 ἔπειτα εἶτα Vind D edd | ἡμᾶς scripsi auctore Re ἡμῶν libri edd 9 ὑμῖν VVaVo 10 δὲ(2) Vind D | ἴσχεν Va 11 ἀποτοῦ 12 Vind ὃ D | δὲ VoVi | ὅτι V sed ι ex ε corr m 3 με- ταλαβὼν Va sed λαβὼν suppl m5 | δ’ εὑ scripsi e VS Vi coni Wolf δὲ VaVoD edd δέτι Vind 14 τι om Vind τί Vo τὶ D | λύκου V sed ου ex ωι corr m 4 λύκω S 15 τὶ ViD)

490
κἂν Σκύθαι γένοιντο ἥμεροι, τί μὲν οὐκ εἶπε, τί δὲ οὐκ ἔδρασε; ποίαν δὲ οὐκ ἧλθε πειθοῦς ὁδόν;
  • Τῷ δ᾿ ἄλληκτόν τε κακόν τε Θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.
  • Δοκεῖ γάρ μοι πρὸς τὸ θυγάτριον βλέπων καὶ τὰ Κινύρου Μικρὰ νομίζειν, ὥστε πανταχόθεν ἀρπάζειν, κἂν αἰτήσας μὴ Λάβῃ, ἐχθρὸς εὐθέως ὁ μὴ δοὺς καὶ κακῶς οὐκ ἀκήκοεν, ἀλλὰ Πέπονθεν.

    ἢ οὖν ἀποστὰς ὧν αἰτεῖ λῦσον τὸν πόλεμον ἢ Τῶν σαυτοῦ κρατῶν ἀνέχου τοῦ πολέμου.