Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὕτω με Σπεκτάτος ὁ γενναῖος ἀνηρτήσατο καὶ προσέ- γειν ἔπεισεν αὑτῷ καὶ πάντα ἄγειν αὑτόν, ὥσθ’ ὅστις ἰδεῖν με ἐθέλοι δύντος ἡλίου, παρὰ τοῦτον ἔτρεχε καὶ εἶχεν εὐθύς καὶ γὰρ τὰ πάντων ἥδιστά μοι βιβλία πολλάκις τοῦδε ἐκρίθη δεύτερα Ἄι εἱλκόμην εἰς τοῦτον ἀπ’ ἐκείνων τῶν παιδικῶν.
αἴτιον δὲ οὐχ οὕτω τὸ τῆς συγγενείας, πολλοὶ γάρ μοι συγγενεῖς, ὧν οὐδείς με τοιαῦτα ἐργάζεται , ἀλλ’ ὁ τρόπος πάντων γέμων φαρμάκων ἐπισπᾶσθαι δεινῶν. ὃ δέ με μάλιστα ἐξέμηνεν, ἐκεῖνό ἐστι.
θαυμάζει τῆς σῆς γνώμης τὸ μέγε- θος κἂν μνησθῇ σου, πολλάκις δὲ τοῦτο δρᾷ, μόλις ἀφίσταται τοῦ περὶ σοῦ τι λέγειν. ἐγὼ δὲ βλέπων εἰς τοὺς παρόντας σεμνύνομαι καὶ χαίρω τῷ τοὺς ἀκροωμένους χαίρειν τε καὶ βοᾶν ὡς οὔτως ἔχοι τὰ σά.
ὁ δὲ καὶ μάντις ἤδη γίνεται κατεχόμενος ὑπὸ σοῦ καὶ προλέγει ταῦτα, ὧν ἡμεῖς μὲν αὐτῷ μισθὸν ὀφείλομεν, οὗτος δὲ σοὶ δίκην. τὸ γὰρ ὡς ἄρξεις ἡμῖν μὲν εἰδόσιν ἃ ποιήσεις ἐν εὐχαῖς, σοὶ δέ, οὐ γὰρ οἶσθα κερδαίνειν ἄρχων, οὐκ ἐν ἡδονῇ.
ἀλλ’ εἰ καὶ βαρύ σοι τὸ ἔργον, μὴ τῷ γε ῥήματι παροξύνου· οὐ γὰρ παρὰ τὸ ῥῆμα ἔσται τὸ ἔργον, ἀλλ’ ἡ τοῦ μάντεως φωνὴ φθάνει τὸ ἔργον.
[*](1 Vι γ΄, σζ΄. Va ϛ΄, ιθ΄. Vo ϛ΄, ιθ΄. S α΄, κα΄. Vi [qε΄])[*](2 Sievers 74 not. 20. Seeck 62. 331 3 cf. ep. 510. Seeck 281 2 Ἀρισταινέτῳ SVi 4 αὐτῷ et αὐτὸν libri Wolf | πάντα ἄγειν S sed ντα ἄγ del | ὅστις V sed ex ὅτις corr m4 5 ἐθέ- λει Vi | δύντος scripsi e V sed e δύναντος corr m4 δύναντος VaVoVi Wolf δύνοντος S | ἔτρεχεν V sed ν eras, VaVo Wolf | καὶ εἶχεν εὐθύς scripsi e VSVi εὐθὺς καὶ εἶχε VaVo Wolf 6 τοῦδε scripsi e VVaSVi τούτου Vo Wolf 9 μοι τοιαῦτα ἐργάζεσθαι δύναται S 10 ἁπάντων VaVo Wolf | δεινῶν V sed ῶν in ras m4 δεινὸν Va δεινὸς VoSVi | με om S 13 τί Vo 15 ἔχει SVi | γίγνεται VaVo Wolf 21 ἢ Vo | φωνὴ Vo)