Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἔοικα διακόνοις οὐ δικαίοις χρῆσθαι περὶ τὰ γράμματα, εἰ πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλας ὡς οὐδ’ ὁτιοῦν ἐπιστείλας ἐγκέκλημαι.
σὺ δ’ ἀλγῶν μὲν τῷ μὴ λαβεῖν ὀρθῶς δοκεῖς ἀλγεῖν, τὸ δ’ ἀφέντα ἐγκαλεῖν ἐμοὶ παρὰ τῷ θείῳ με διώκειν, τουτὶ δὴ πικρῶς ἀμυνομένου. οἶσθα γὰρ ὡς ἐμοί τε ἐκεῖνος αἰδέσιμος ἐμέ τε ἐκεῖνος οὐκ ἂν ἀδίκως ἐγκαλεῖσθαι ἐθέλοι.
σὺ δ’ ἴσως ἐπενεγκών μοι τὴν Γοργόνα μικρὸν οἴει πεποι- ηκέναι. πρᾶττε οὖν, ὅπως καὶ τοῦτο εἴσεται, ὅτι σοι ἐπέστει- λα, καὶ μὴ τὰ φαυλότερα μηνύων ἀργὸς γένῃ περὶ τὰ βελ- τίω.