Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἀλλ’ οἷς Μιν ὁρᾷς ὡς θέουσιν ἄλλοι τε πολλοὶ καὶ Κλη- μάτιος, ᾧ πάντα γέγονάς τε καὶ ἔσῃ, ὃς τοσοῦτόν ἐστι παρ’ ἡμῖν, ὅσον ἐρέσθαι καὶ μαθεῖν , ὅπως ἔχοι σοι τὰ πράγματα. γνοὺς δὲ ὡς ἄμεινον οὐδ’ αὐτὸς ἡγεῖται τοῖς αὑτοῦ πράττειν ἔτι κακῶς.

καίτοι τῶν χειμῶνι κεχρημένων ἁνήρ, ἀλλ’ ὅμως ἐκ τῶν σῶν εἰς τὰ αὑτοῦ κουφίζεται· οὕτως ἅπασι κα- ταφυγὴ μία Στρατηγίῳ τῷ χρηστῷ σῶν εἶναι τὸν οἶκον.

[*](9 Salzmann 70 14 Seeck 110)[*](1 ὀφείλοντός σοι τοῦ θεοῦ S 2 χρείαις V sed o post χ inser m4, Va χορείοις Vi sed in χωροῖς corr m2 | τονῦν Vi 3 δ᾿ S Wolf 4 κεκίνηται D Ι δ’ Wolf 6 ἀγνοοῦμεν Va 10 τοῦ στηλοῦ Va | ᾦ V sed ex ὃ corr m4 | τὸ σῶμα πιέζεται reposui e libris πιέζεται τὸ σῶμα Wolf 11 πείθεσθαι V sed θ e σ corr m4 16 τοσοῦτόν ἐστι scripsi e ViD τοσοῦτον ἵστη VVaS Wolf 16 ἔρεσθαι V sed in ἐρέσθαι corr m4, Va Ι ἔχει SD Wolf | σοι inser S | τὰ inserui e libris ut coni Re om Wolf 17 τοῖς V sed in τὰ corr m4 τοὺς S num <ἐν> τοῖς? Ι αὐτοῦ VaVi 18 ἀνὴρ libri Wolf 19 αὐτοῦ VaVi 20 τῷ χρηστῷ inser S | σῶν] σὸν Va)[*](12 δγοράζειν] εἰς ἀγορὰν παραγίγνεσθαι S)
474
[*](W 1283)

υqη΄.

Ἀτακτίῳ. (356)

Οὐκ ἐπιλελησμένους τῆς ξενίας ἀναμιμνήσκεις, ἀλλὰ καὶ πρὸς ἄλλους εἰπόντας, ὅστις εἰς ἡμᾶς γένοιο. τῶν ξενίων δὲ ἐκείνων οὐ χείρω ταυτὶ τὰ γράμματα.

καίτοι γε γραμμά- των ἑτέρων ἐπιθυμεῖν ἴσον εἰς τιμὴν τῷ γράφειν αὐτόν. ὥστε τοῖς μεγίστοις εὐφραίνεις τρισίν, οἷς τε κατελύομεν παρὰ σοὶ καὶ οἷς ἐπιστέλλεις καὶ ὅτι τὸ λαβεῖν παρ’ ἡμῶν ἐπιστολὴν ἐν μεγάλῳ ποιῇ.

ἐγὼ δὲ οὐ κατὰ τοὺς κακοὺς ἐμέλλησα αὐ- λητάς, ἀλλ’ οἱ διδόντες, ὅπως λάβοιεν, οὐκ ἔπραττον. καὶ οἱ μὲν ἠδίκουν, ἐγὼ δὲ ἐν αἰτίαις, ὅς, εἰ καὶ λίαν ἀργῶς εἶχον, οὐκ ἂν εἴς γε ἐπιστολὴν, πρᾶγμα οὕτω κοῦφον, τοῦτο ἔπαθον καὶ ταῦτα πρὸς φίλον.