Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τῇ τε ἄλλῃ τὸν Ἀβλάβιον εἶδον ἡδέως καὶ ὅτι μοι παρὰ σοῦ γράμματα ἦγεν. ἡμεῖς δὲ πρότερον ἡμᾶς αὐτοὺς μισήσο- μεν ἢ σοί τι μεμψόμεθα· οὕτω μελέτην πεποίησαι τὸ τὰ ἡμέ- τέρα μείζω ποιεῖν, ὃς ἤδη καὶ πόλεμον πολεμεῖς οὕτω μακρὸν ἀπὸ τοῦ μὴ φέρειν, ἢν ἐμοῦ τις ἐπὶ τὰ χείρω μνησθῇ.
καί- τοι σε δεῖ καὶ γελᾶν εἰδέναι καὶ συγγνώμην ἔχειν τοῖς ἵνα κολακεύωσιν ἕτερον βλασφημοῦσιν ἕτερον. ζῶσι γὰρ ἀπὸ τοῦ κολακεύειν καὶ τοῦτο αὐτοῖς βίος ὥσπερ τοῖς ναύταις τὸ ἐρέτ- τειν.
ὁ δὲ σοφὸς ἐκεῖνος, οὗ τὸν μὲν τρόπον ἡμῖν ἤγγειλεν Ἀβλάβιος, τοὔνομα δὲ εἰπεῖν οὐκ εἶχε, τὰ μὲν ἄλλα ἡμᾶς οὐκ ἐλύπει, τουτὶ δὲ μόνον, ὅτι μου μεμνημένος ἐσολοίκιζε καὶ μέσος ἐγινόμην οὐδὲν ἀδικῶν βαρβαρίας.
πεῖσον οὖν αὐτὸν μαθόντα μὴ τὰ τοιαῦτα ἁμαρτάνειν, εἶτα οὕτω με λέγειν κα. κῶς. ἢ τότε γε ἴσως οὐκ ἐρεῖ κακῶς, νῦν δὲ στάδιον ἁνήρ. εἰ δὲ σὲ λοιδορῶν ἀνιᾷ καὶ λάβοις ἂν ἡδέως δίκην, ῥᾷστον λα- βεῖν· κλεῖε τὰς θύρας, ἐπειδὰν ἐσθίῃς, αὐτῷ καὶ κέλευε δει- [*](1 Vι γ΄, ρπγ΄. Va ε΄, ρι΄. Sιι ς΄, ιγ΄. Vind ρqς΄) [*](2 Seeck 189. 327. Sievers 269, 16, 303 qui perperam do anno 392 cogitavit 3 Seeck 35 13 cf. ep. 506) [*](3 Τῇ — 4 ἦγεν praemissis verbis κατὰ τὰ ἄλλα ἄλλη τέ πη· Λιβάνιος citat excerpt. cod. Darmstad. 2773 fol. 119r in marg m2 (ed. Sturz, Etym. Gud. p. 641, 52) ὁ· ἡδέως εἶδον Darmst 5 τί Vind Ι τῶ V sed ῶ in ὸ corr m4, Va | ἡμέτερα scripsi e Vind ὑμέτερα VVaS Wolf 6 οὕτω inser V4 om Va 7 τίς SVind 9 κολακεύσωσιν libri corr Wolf | ζῶσιν ἀπὸ Va 10 τοῦτ’ SVind Wolf 11 ἐκεῖνος] οὗτος SVind 13 ἐσολοίκιζε reposui e libria ἐσολοίκισε Wolf 14 ἐγιγνόμην Va | βαρβαρίαν S | τὸν om S Vind 15 ταὐτὰ Va | ἁμαρτάνειν V sed νει in ras m4 | εἶθ᾿ SVind Wolf | οὕτω in ras V5 16 τότε γε scripsi e VaSVind τότε V Re τόμε Wolf | ἐρεῖ V sed ἐρ in ras m4 | ἀνὴρ libri Wolf 18 ἐσθίοις S Vind | δειπνεῖν V sed e δεῖπνον corr m4)
τούτῳ τε οὖν τὴν ἀκόλαστον γλῶτταν ἀμύνου καὶ ὅ τι ποτὲ καλεῖται δήλωσον, ἕν’, ὅταν εἰς αὐτὸν ἐγκώμια γράφωμεν, μὴ ἀνώνυ- μος ἐπαινῆται.
υqδ΄.
Καλλιοπίῳ. (356)
Τὴν ἐπιστολήν σου λήψεσθαι μὲν ἐλπίζω, λαβεῖν δὲ οὐ δε- δύνημαι· μέχρι γὰρ Κιλίκων ἐλθοῦσα μέλλει πρὸς ἡμᾶς ἥξειν. ἐπειδὰν γνῶμεν, ὅ τι γέγραφας, ἀντεπιστελοῦμεν μακρότερα.
υqε΄.
Ἀρισταινέτῳ. (356)
Οὐδὲ πρότερον μὲν ἐν τοῖς πολίταις ἠπιστούμην περὶ σοῦ λέγων ἃ περὶ σοῦ λέγειν ἄξιον ἦν· οἱ δὲ συγγενόμενοι τῶν ἐμῶν πολιτῶν μάρτυρές μοι γενόμενοι πρὸς ἅπασαν τὴν πόλιν πλείω τὴν πίστιν ἐνέθηκαν, Ἀντίοχος ἐκεῖνος ὁ χρηστός, Ἀπελλίων ὁ βέλτιστος, πάντες ὅσοι δι’ ὑμῶν ἰόντες ἔλαβον παρὰ τῆς Τύχης τὸ γνῶναι τὴν σὴν ψυχήν.