Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

οἱ μὲν οὖν ἄλλοι περιστάντες ἐθαύμαζον, ἐκρότουν, ἐμέμνηντο συνεχῶς τῆς θείας κεφαλῆς· ἐγὼ δὲ ἁβρυνόμενος [*](15 Vι γ΄, ρπ΄. Va ε΄, ρζ) [*](1 cf. ep. 399. 404. 406. Seeck 320 16 Sievers 68 not. 31. Seeck 113. 327 20 Salzmann 60) [*](4 τι scripsi ut coni Wolf Re τί VVa τε Wolf 6 σὰ θε- τέον V sed γρ σοὶ προσθετέον in marg m4 „mallem σοὶ“ Re 7 ταυτὶ scripsi e V τουτὶ Va Wolf 10 ἂν inserui e libris om Wolf 16 Τατιανῷ coni Re 19 ἔσωιζες et σώισας V 20 προστιθεῖσι V sed ~ in corr et ι eras 21 οὖν inserui e | om Va Wolf)

466
οὐδὲ γὰρ βουλομένῳ ῥᾳθυμεῖν αὐτῷ περὶ τὴν ἐμὴν ἀσφάλειαν ἔστιν ἔφην.

ἀπορούντων δέ, ὅ τι μοι νοοῖ τὸ ῥηθέν, κατέλεγον εὐεργεσίαν πρώτην, δευτέραν, τρίτην τετάρτην, τὰς ἄλλας, ἃς ὁ λαβὼν μὲν οἶδεν, ὁ δοὺς δὲ ἐπι- λέλησται. ἔπειτα ἠρώτων εἰ ἣν διὰ μακρῶν πελαγῶν ἴσωσεν ὁλκάδα ὁ Ποσειδῶν, ταύτην ἂν περιίδοι πρὸς τῷ λιμένι ῥηγνυ- μένην. ἀλλ᾿ οὔτε ἐκεῖνος ἔφην οὗτός τε ἐμὲ διὰ τέλους ἐξαιρήσεται κακῶν αὐτὸς τἀ αὑτοῦ ζηλῶν.

ἐμοὶ μὲν οὖν ἐπ’ ἀμφότερα καθεύδειν δέδωκάς τε καὶ δίδως καὶ δώ- σεῖς· Ἀντίοχον δὲ τῶν ἐπαίνων, οὓς ἐπιστέλλων αὐτὸς ἐπῄ- νεις, εὐδαιμονίζω καὶ ὅτι σε δῆλος ἦν εἰδώς. οἶδε δέ σε κα- λῶς ὅστις ἂν ἡγῆταί σε τῶν ὄντων ἄριστον, ὃ δὴ καὶ Ἀντίο- χος ἡγεῖται.

τοῦτ’ οὖν εὐτύχημα τοῦ ταύτῃ δοξάζοντος τίθεμαι. καὶ γὰρ ὅστις ἃ χρὴ πέπεισται περὶ τῶν θεῶν, αὐτοῦ τὸ κέρδος. τά τε οὖν ἄλλα μέγας ἡμῖν ὁ βασιλεὺς καὶ τῇ τοῦ κοινωνοῦ τῶν φροντίδων ἀρετῇ.

[*](2sq. Plat. Eathyd. p. 287 D 9 cf. ep. 1262 et sd t. VUI 91, 7. Salzmann 48 10 cf. ep. 1260. Seeck 76)[*](1 γὰρ om Va | ῥαθυμεῖν libri Wolf 2 ὅ τι scripsi ὅτι libri Wolf 5 πελάγων Va Wolf | ἔσωισεν V 6 ὁλκάδα ὁ Ποσειδῶν scripsi e V ὁ ποσειδῶν ὁλκάδα Va Wolf | περιίδοι V sed ι(1) inser m4 8 τὰ αὐτοῦ V sed τἀὐτοῦ corr m4, Va)[*](9 ἐπ’ ἀμφότερα V sed ᾿ ᾿ m3, π corr m5 10 ὦν V sed ex οὐκ corr m4, et coni Re | ἐπιστέλλων scripsi cum ἐπιστέλλειν libri Wolf | αὐτὸν Re 11 δῆλον V sed ν in ς corr m4, Va | οἶδεν Va Wolf 12 ἡγῆται scripsi e V ἡγήσεται Va Wolf 13 ἡγῆται Va Ι τοῦτ’] τούτου Va | ταύτῃ reposui ὁ libris ταῦτα Wolf 14 περὶ V sed e παρὰ corr m4 Ι τῶν om V | αὐτοῦ V sed οῦ suprascr m5 num τούτου? 15 τῇ reposui e libris nt coni Re δὴ Wolf)
467

υqα΄.

[*](W 1215)

Βαρβατίωνι. (356)

Περὶ τὰς ἀρχὰς τοῦ χειμῶνος ἐπέστειλά σοι, Κλημάτιος δὲ ἦν ὁ λαβὼν κομίζειν, ἀνὴρ ἅπαν μὲν τὸ θέρος διατρίψας ἐνθάδε, πάντα δὲ τὸν χρόνον ἐν τοῖς ὑπὲρ σοῦ λόγοις διεξελ- θῶν καὶ οὐκ ἀγνοοῦντας μὲν ἐδίδασκεν, εἰ μὴ καὶ ὁ Κρὴς τὴν θάλατταν· ἦν δὲ αὐτοῦ χάριεν τὸ σὺν βοῇ καὶ παντὶ θυμῷ καὶ μετὰ πηδημάτων μεμνῆσθαι τῶν σῶν καλῶν.