Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἀκούω τοὺς φόβους εἰς ἀκμὴν ἥκειν καὶ τῷ Πέρσῃ γε- φύρας γεγονέναι καὶ τὴν διάβασιν ἐν χερσὶν εἶναι. σοὶ δε τοῦτο μείζω μὲν ποιείτω τὴν πρόνοιαν, ἀπέστω δὲ τῆς προ- νοίας ταραχή. τοῦτ’ αὐτὸ γὰρ ποιήσει καὶ τὸ δύνασθαι προ- νοεῖν ὡς ἐν τῷ τεταράχθαι τοὺς λογισμοὺς ἀνάγκη τυφλοῦ- σθαι.

θαρρυνέτω δέ σε πρῶτον μὲν τὸ μὴ πρώτην αὐτῷ ταύτην τολμᾶσθαι τὴν εἰσβολήν, ἀλλ’ ἀεὶ μὲν αὐτόν, ἐξ οὗ πολεμεῖ, διαβῆναι πειρᾶσθαι, παθόντα δὲ ἀεὶ κακῶς αὑτῷ μέμψασθαι τῆς ἐλπίδος.

ἔπειτα οὐ τοῖς πλείοσι πανταχοῦ τὸ νικᾶν ἀκολουθεῖ, ἀλλ’ ὡς τὰ πολλὰ τὴν πολυχειρίαν ἡττᾶ- σθαι τῆς σοφίας συμβαίνει. εἰ δὲ τὸ πλέον ἰσχυρότερον ἦν, ἔδει δήπου τὸν τούτου πρόγονον κτήσασθαι τὴν Ἑλλάδα. νῦν [*](4 Vi α΄, λ΄. Vo α, λε(??). S β, λγ΄. Vi ριδ΄. Vind po΄. D ξά. pr) [*](2 cf. Amm. Μ. XXI 6, 1 sq. Sievers 82 5 Sievers 225 Seeck 213. 365. Silomon 24) [*](1 ἂν post οὐκ V sed eras, Vo edd delevi 2 φανείην pr 5 μοδέστῳ ὑπάρχω S Vi τῶ αὐτῶ (i. e. Μοδέστῳ) Vind 6 καὶ — 7 εἶναι in marg Vo 8 μείζω τοῦτο Wolf | μείζων Vind 9 ἐν τούτῳ γάρ ἐστι καὶ τὸ δύνασθαι S sed γρ τοῦτ’ αὐτὸ γὰρ ποιήσει καὶ τὸ δύνασθαι in marg, ViD 10 ἐν—τυ- φλοῦσθαι citat Macarius Chrys. Roset. fol. 95 a | τεταρ cum lac Macar 11 πρώτην αὐτῷ ταύτην scripai e S Vi D πρῶτον αὐτῷ ταύτην V sed ὦτον in ώτην corr m 5, Vo pr ταύτην αὐτῷ πρώτην Vind Wolf 12 αὐτόν om Vind | ἐξ οὑ S sed ἐξοῦ in marg ἐξοῦ Vi Vind 13 πειρᾶσθαι inser Vo 3 om reliqui libri | αὐτῷ Vo ViD pr 16 ταπολλὰ Vi Vind 15 sq. ἀνάγκη τῆς σοφίας φιλοσοφίας Vi) ἡττᾶσθαι S sed γρ ἡττᾶσθαι τῆς σοφίας συμβαίνει in marg, Vi D)

48
δὲ οἶσθα, ὡς ἐστράτευσε μὲν ἐκείνης ἐπιθυμῶν, φεύγων δὲ ἐκεῖθεν ἐπεθύμει σωθῆναι. οὐ γὰρ τῶν αὐτῶν ἦν ὄρη τε διο- ρύττειν καὶ ἀνδρῶν κρατεῖν ἀρετῆς.

ἐντεύξεται δὴ καὶ οὗτος νῦν βουλεύμασι στρατηγῶν, οἳ αὐτὸν διδάξουσιν, ἄρα κάλλιον ἦν ἐλάφοις μάχεσθαι καὶ γὰρ ἂν τὸν Τίγρητα διαβῇ, τῶν μὲν τειχῶν ἥττων ἔσται, γῆν δὲ οὔτε κακοῦν οὔτε καρποῦσθαι δυνήσεται, δεδῄωται γάρ, πόλεις δὲ τὰς ἐπ Εὐφράτῃ ζητῶν μὲν λαβεῖν διατελέσει, λαβὼν δὲ οὐ φανεῖται. τειχίζει γὰρ αὐτὰς ἡ βασιλέως Τύχη.

ταυτὶ μὲν οὕτω χρὴ προσδοκᾶν ἀποβήσεσθαι, τῶν δὲ σῶν πραγμάτων, ἃ τῶν Ἑρ- μογένους ἐδεῖτο γραμμάτων, οὐκ ἠμελήσαμεν, ἀλλ’ ἡμεῖς οἱ μύες μᾶλλον ὑμᾶς ὠφελεῖν πειρώμεθα τοὺς λέοντας ἢ ὑμεῖς ἡμᾶς οἱ λέοντες