Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Εἰ δὲ μὴ οὗτος ἥκων ἐκ Κύπρου κώλυμά σοι κατέστη, πάντως ἄν ἕτερος ἧκεν ἐξ Εὐβοίας ἢ Σκύρου. λέγω δὴ οὐχ ὡς ἐψεύσω τοῦτο δὴ τὸ νῦν, ἀλλ’ ὡς, εἰ καὶ μὴ τοῦτο ἦν, οὐκ ἂν ἠπόρεις ὅ τι ἂν ᾐτιῶ.
καίτοι φιλεῖς μὲν ἐμὲ πλέον ἢ τὴν Ἰθάκην ὁ τοῦ Τηλεμάχου πατήρ. ἔστω γάρ, καὶ οὐ μα- χοῦμαί σοι περὶ τοῦ φίλτρου, τὸ δὲ τῆς ἀργίας, ἣν ἐν σοὶ πολλὴν ἐνεῖδον, οὐκ ἐᾷ σε μὴ ὅτι πλεῖν ἐπὶ σχεδίας, ἀλλ’ οὐδὲ προελθεῖν τῶν πυλῶν. πολλοὶ δὲ ἱδρῶτες ἐκεῖνοι καὶ λόγοι καὶ γλῶττα μετέχουσα δρόμου, πάντα ταῦτα μέλλει σε ὀνήσειν· οὕτω γὰρ εἰπεῖν βέλτιον.
εἶτα νομίζεις ὡς ἀρκεῖ σοι πρὸς τὸν βίον τὸ φιλεῖν με, ὅτι δὲ πολλῆς ἀτοπίας ἄλλον μὲν φι- λεῖν, αὑτὸν δὲ μή, τοῦτο δὴ οὐχ ὁρᾷς.
ἀλλ’, ὦ λέγειν εἰδὼς μέν, οὐκ ἐθέλων δέ, βουλήθητι λέγειν. πάντως δὲ πολλὰ πολ- λαχοῦ δικαστήρια, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω. σὺ δ’, εἰ τῶν μειζόνων ἔρως, ἥκειν ἐνθάδε καὶ σαυτὸν ποιεῖν μέγαν καὶ ἡμᾶς εὐφραίνειν. οὕτως δὲ καὶ τοὺς συγγενεῖς ἐγγύθεν παρ- οξυνεῖς καὶ ἔργῳ καὶ λόγῳ.