Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

τοῦτο δὲ ὁπόθεν αὐτῷ τὸ πάθος, ἐγώ σε διδάξω. Ἀρισταίνετος, ἀνὴρ Βιθυνός, Ἀθήνησιν αὐτῷ συμφοιτᾷ καὶ φιλίαν ἐκτησάσθην ταῖς ὑμετέραις ὑμνουμέναις ἴσην. καὶ δὴ καὶ ὅ τι ἂν τὸν ἕτε- ρον ἀρέσῃ, τὴν ἀμφοῖν ἔχει ψῆφον. ἕπεται γὰρ τούτῳ μὲν ἐκεῖνος, ἐκείνῳ δὲ οὗτος.

ἐπεὶ οὖν ἐπῆλθεν Ἀρισταινέτῳ νομίσαι με μὴ φαῦλον, οὐκέτ’ ἐνῆν Ἀκακίῳ μὴ νομίζειν με δεξιόν, ὥσθ’ ὅσα συνηγωνίζετο τῷ λόγῳ καἰ τόνῳ φωνῆς καὶ χειρὸς σχήματι καὶ τοῖς ἄλλοις, ἃ καὶ τὰ μὴ καλὰ πολλάκις ἐποίησε δόξαι καλά, τῶν πρὸς ἐκεῖνον ἦν συνθηκῶν. εἰ δὲ οὐκ ἐπῆν ἀνάγκη, πάντως ἂν εἶδες κατγελῶντα.

ἀλλ’ οὗτος μέν, εἴτε δίκαιον εἴτε μή, μή με ἐπαινῶν παύσαιτο· σὺ δὲ τὸν μὲν ἀναιδῆ τοῦτον καθελὼν καὶ διδάξας ὡς ἄρα οὐ χρὴ πρὸς [*](2 Acacins. Seeck 43 7 cf. ep. 1262. Salzmann 58 8 Seeck 85) [*](1 τῶν om Va | τε post φιλοῦντι V sed del, Va 2 ὦν V sed in ὄς corr m4, Va | λαβεῖν V sed in λαμβάνειν corr m 4, Va | φὴς libri Wolf 3 βιβλία Va eed α corr m5 Ι τοῦτ’ VS Vind Wolf ed 4 ταῦτ’ Vind Wolf Cent | ἐτήρει scripsi e V Va nt coni Re ἐπῄνει S sed γρ ἐτήρει suprascr, Vind aed γρ ἐτήρει in marg, Wolf 5 μὲν inser V4 om Va | ἂν Wolf ed 6 δὲ in marg add V4 om Va | ἐπειδ᾿ ἂν VVa ἐπειδὴ Wolf | ἅψεται Wolf Cent 7 γίγνεται Va 8 δ’ SVind Wolf | ὅθεν Va 10 ὑμνουμέναις V sed ναις in ras m4) [*](11 ἀρέση scripsi ἀρέσηι VVa ἀρέσαι SVind Wolf 12 δὲ ante οὖν S 13 οὐκέτ’ ἢν V sed in ras ex oὐκέτι ἦν corr m4 et ἐν ante ἦν in marg m2 16 ἐκείνων Va | ἦν συνθηκῶν V sed ἦν σὺν suppl m4)

460
χαλινοὺς ἀντιτείνειν, εὖ ποιεῖς· τοὺς μέντοι Μεγαρεῖς εἰς ἴσον ἄγων τοῖς παρ’ ὑμῖν οὐ καλῶς ποιεῖς· οἱ μέν γε οὐκ ἐκάλουν ὡς αὑτοὺς τὸν φαρμακόν, τὰ δὲ τῶν παρ’ ὑμῖν οἶσθα.