Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἀλλὰ σοὶ τῆς μὲν προθυμίας ἕνεκα τῆς περὶ ἡμᾶς πολλὰ ἀγαθὰ γένοιτο, τοῦ σώματος δέ μου σφόδρα ἐπιλελῆσθαι φαίνῃ τοιαῦτα ἐπιτάττων. ἐγὼ γὰρ ἐκεῖνος, ᾧ καὶ τὸ εἰς ἀγορὰν ἐμβαλεῖν ἔχει τι πόνου ὃ γὰρ τοῖς ἄλλοις εἰς τέρψιν ἔρχεται, τοῦτ’ ἐμοὶ γλυκὺς ἀγκὼν διὰ τὴν ἀσθένειαν.

εὔξασθαι μὲν οὖν παρ’ ὑμᾶς ἐλθεῖν δυναίμην ἄν, ἐλθεῖν δὲ οὐκ ἂν δυναίμην, οὐ μᾶλλόν γε ἢ περᾶσαι πέλαγος ἄνευ πλοίου. καὶ οὐχ ὅτι εἰς Ἰλλυριοὺς ἢ Θρᾴκην οὐκ ἂν οἷός τε εἴην τρέχειν, ἀλλ’ οὐδ’ ἄν, εἴ με ἐν Κιλικίᾳ καθήμενοι κινεῖν ἐπειρᾶσθε. τῆς γε ἀνάγκης ἐγίγνεσθε κρείττους.